Trouvé 35140 Résultats pour: Ὁ
ἀσπάσασθε ἀνδρόνικον καὶ ἰουνιᾶν τοὺς συγγενεῖς μου καὶ συναιχμαλώτους μου, οἵτινές εἰσιν ἐπίσημοι ἐν τοῖς ἀποστόλοις, οἳ καὶ πρὸ ἐμοῦ γέγοναν ἐν χριστῶ. (Romanos 16, 7)
ἀσπάσασθε ἀμπλιᾶτον τὸν ἀγαπητόν μου ἐν κυρίῳ. (Romanos 16, 8)
ἀσπάσασθε οὐρβανὸν τὸν συνεργὸν ἡμῶν ἐν χριστῶ καὶ στάχυν τὸν ἀγαπητόν μου. (Romanos 16, 9)
ἀσπάσασθε ἀπελλῆν τὸν δόκιμον ἐν χριστῶ. ἀσπάσασθε τοὺς ἐκ τῶν ἀριστοβούλου. (Romanos 16, 10)
ἀσπάσασθε ἡρῳδίωνα τὸν συγγενῆ μου. ἀσπάσασθε τοὺς ἐκ τῶν ναρκίσσου τοὺς ὄντας ἐν κυρίῳ. (Romanos 16, 11)
ἀσπάσασθε τρύφαιναν καὶ τρυφῶσαν τὰς κοπιώσας ἐν κυρίῳ. ἀσπάσασθε περσίδα τὴν ἀγαπητήν, ἥτις πολλὰ ἐκοπίασεν ἐν κυρίῳ. (Romanos 16, 12)
ἀσπάσασθε ῥοῦφον τὸν ἐκλεκτὸν ἐν κυρίῳ καὶ τὴν μητέρα αὐτοῦ καὶ ἐμοῦ. (Romanos 16, 13)
ἀσπάσασθε ἀσύγκριτον, φλέγοντα, ἑρμῆν, πατροβᾶν, ἑρμᾶν, καὶ τοὺς σὺν αὐτοῖς ἀδελφούς. (Romanos 16, 14)
ἀσπάσασθε φιλόλογον καὶ ἰουλίαν, νηρέα καὶ τὴν ἀδελφὴν αὐτοῦ, καὶ ὀλυμπᾶν, καὶ τοὺς σὺν αὐτοῖς πάντας ἁγίους. (Romanos 16, 15)
ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ. ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι πᾶσαι τοῦ χριστοῦ. (Romanos 16, 16)
παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, σκοπεῖν τοὺς τὰς διχοστασίας καὶ τὰ σκάνδαλα παρὰ τὴν διδαχὴν ἣν ὑμεῖς ἐμάθετε ποιοῦντας, καὶ ἐκκλίνετε ἀπ᾽ αὐτῶν· (Romanos 16, 17)
οἱ γὰρ τοιοῦτοι τῶ κυρίῳ ἡμῶν χριστῶ οὐ δουλεύουσιν ἀλλὰ τῇ ἑαυτῶν κοιλίᾳ, καὶ διὰ τῆς χρηστολογίας καὶ εὐλογίας ἐξαπατῶσιν τὰς καρδίας τῶν ἀκάκων. (Romanos 16, 18)