Mosaico decorativo

Trouvé 35140 Résultats pour: Ὁ

  • ὃς εὖρεν χάριν ἐνώπιον τοῦ θεοῦ καὶ ᾐτήσατο εὑρεῖν σκήνωμα τῶ οἴκῳ ἰακώβ. (Atos dos Apóstolos 7, 46)

  • σολομῶν δὲ οἰκοδόμησεν αὐτῶ οἶκον. (Atos dos Apóstolos 7, 47)

  • ἀλλ᾽ οὐχ ὁ ὕψιστος ἐν χειροποιήτοις κατοικεῖ· καθὼς ὁ προφήτης λέγει, (Atos dos Apóstolos 7, 48)

  • ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου· ποῖον οἶκον οἰκοδομήσετέ μοι, λέγει κύριος, ἢ τίς τόπος τῆς καταπαύσεώς μου; (Atos dos Apóstolos 7, 49)

  • οὐχὶ ἡ χείρ μου ἐποίησεν ταῦτα πάντα; (Atos dos Apóstolos 7, 50)

  • σκληροτράχηλοι καὶ ἀπερίτμητοι καρδίαις καὶ τοῖς ὠσίν, ὑμεῖς ἀεὶ τῶ πνεύματι τῶ ἁγίῳ ἀντιπίπτετε, ὡς οἱ πατέρες ὑμῶν καὶ ὑμεῖς. (Atos dos Apóstolos 7, 51)

  • τίνα τῶν προφητῶν οὐκ ἐδίωξαν οἱ πατέρες ὑμῶν; καὶ ἀπέκτειναν τοὺς προκαταγγείλαντας περὶ τῆς ἐλεύσεως τοῦ δικαίου οὖ νῦν ὑμεῖς προδόται καὶ φονεῖς ἐγένεσθε, (Atos dos Apóstolos 7, 52)

  • οἵτινες ἐλάβετε τὸν νόμον εἰς διαταγὰς ἀγγέλων, καὶ οὐκ ἐφυλάξατε. (Atos dos Apóstolos 7, 53)

  • ἀκούοντες δὲ ταῦτα διεπρίοντο ταῖς καρδίαις αὐτῶν καὶ ἔβρυχον τοὺς ὀδόντας ἐπ᾽ αὐτόν. (Atos dos Apóstolos 7, 54)

  • ὑπάρχων δὲ πλήρης πνεύματος ἁγίου ἀτενίσας εἰς τὸν οὐρανὸν εἶδεν δόξαν θεοῦ καὶ ἰησοῦν ἑστῶτα ἐκ δεξιῶν τοῦ θεοῦ, (Atos dos Apóstolos 7, 55)

  • καὶ εἶπεν, ἰδοὺ θεωρῶ τοὺς οὐρανοὺς διηνοιγμένους καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν ἑστῶτα τοῦ θεοῦ. (Atos dos Apóstolos 7, 56)

  • κράξαντες δὲ φωνῇ μεγάλῃ συνέσχον τὰ ὦτα αὐτῶν, καὶ ὥρμησαν ὁμοθυμαδὸν ἐπ᾽ αὐτόν, (Atos dos Apóstolos 7, 57)


"A prática das bem-aventuranças não requer atos de heroísmo, mas a aceitação simples e humilde das provações." São Padre Pio de Pietrelcina