Mosaico decorativo

Trouvé 35140 Résultats pour: Ὁ

  • τοῦτον ὁ θεὸς ἀρχηγὸν καὶ σωτῆρα ὕψωσεν τῇ δεξιᾷ αὐτοῦ, [τοῦ] δοῦναι μετάνοιαν τῶ ἰσραὴλ καὶ ἄφεσιν ἁμαρτιῶν. (Atos dos Apóstolos 5, 31)

  • καὶ ἡμεῖς ἐσμεν μάρτυρες τῶν ῥημάτων τούτων, καὶ τὸ πνεῦμα τὸ ἅγιον ὃ ἔδωκεν ὁ θεὸς τοῖς πειθαρχοῦσιν αὐτῶ. (Atos dos Apóstolos 5, 32)

  • οἱ δὲ ἀκούσαντες διεπρίοντο καὶ ἐβούλοντο ἀνελεῖν αὐτούς. (Atos dos Apóstolos 5, 33)

  • ἀναστὰς δέ τις ἐν τῶ συνεδρίῳ φαρισαῖος ὀνόματι γαμαλιήλ, νομοδιδάσκαλος τίμιος παντὶ τῶ λαῶ, ἐκέλευσεν ἔξω βραχὺ τοὺς ἀνθρώπους ποιῆσαι, (Atos dos Apóstolos 5, 34)

  • εἶπέν τε πρὸς αὐτούς, ἄνδρες ἰσραηλῖται, προσέχετε ἑαυτοῖς ἐπὶ τοῖς ἀνθρώποις τούτοις τί μέλλετε πράσσειν. (Atos dos Apóstolos 5, 35)

  • πρὸ γὰρ τούτων τῶν ἡμερῶν ἀνέστη θευδᾶς, λέγων εἶναί τινα ἑαυτόν, ᾧ προσεκλίθη ἀνδρῶν ἀριθμὸς ὡς τετρακοσίων· ὃς ἀνῃρέθη, καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῶ διελύθησαν καὶ ἐγένοντο εἰς οὐδέν. (Atos dos Apóstolos 5, 36)

  • μετὰ τοῦτον ἀνέστη ἰούδας ὁ γαλιλαῖος ἐν ταῖς ἡμέραις τῆς ἀπογραφῆς καὶ ἀπέστησεν λαὸν ὀπίσω αὐτοῦ· κἀκεῖνος ἀπώλετο, καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῶ διεσκορπίσθησαν. (Atos dos Apóstolos 5, 37)

  • καὶ τὰ νῦν λέγω ὑμῖν, ἀπόστητε ἀπὸ τῶν ἀνθρώπων τούτων καὶ ἄφετε αὐτούς· ὅτι ἐὰν ᾖ ἐξ ἀνθρώπων ἡ βουλὴ αὕτη ἢ τὸ ἔργον τοῦτο, καταλυθήσεται· (Atos dos Apóstolos 5, 38)

  • εἰ δὲ ἐκ θεοῦ ἐστιν, οὐ δυνήσεσθε καταλῦσαι αὐτούς _ μήποτε καὶ θεομάχοι εὑρεθῆτε. ἐπείσθησαν δὲ αὐτῶ, (Atos dos Apóstolos 5, 39)

  • καὶ προσκαλεσάμενοι τοὺς ἀποστόλους δείραντες παρήγγειλαν μὴ λαλεῖν ἐπὶ τῶ ὀνόματι τοῦ ἰησοῦ καὶ ἀπέλυσαν. (Atos dos Apóstolos 5, 40)

  • οἱ μὲν οὗν ἐπορεύοντο χαίροντες ἀπὸ προσώπου τοῦ συνεδρίου ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος ἀτιμασθῆναι· (Atos dos Apóstolos 5, 41)

  • πᾶσάν τε ἡμέραν ἐν τῶ ἱερῶ καὶ κατ᾽ οἶκον οὐκ ἐπαύοντο διδάσκοντες καὶ εὐαγγελιζόμενοι τὸν χριστόν, ἰησοῦν. (Atos dos Apóstolos 5, 42)


"Na igreja se fala somente com Deus." São Padre Pio de Pietrelcina