Mosaico decorativo

Trouvé 35140 Résultats pour: Ὁ

  • τῇ δεξιᾷ οὗν τοῦ θεοῦ ὑψωθεὶς τήν τε ἐπαγγελίαν τοῦ πνεύματος τοῦ ἁγίου λαβὼν παρὰ τοῦ πατρὸς ἐξέχεεν τοῦτο ὃ ὑμεῖς [καὶ] βλέπετε καὶ ἀκούετε. (Atos dos Apóstolos 2, 33)

  • οὐ γὰρ δαυὶδ ἀνέβη εἰς τοὺς οὐρανούς, λέγει δὲ αὐτός, εἶπεν [ὁ] κύριος τῶ κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου (Atos dos Apóstolos 2, 34)

  • ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. (Atos dos Apóstolos 2, 35)

  • ἀσφαλῶς οὗν γινωσκέτω πᾶς οἶκος ἰσραὴλ ὅτι καὶ κύριον αὐτὸν καὶ χριστὸν ἐποίησεν ὁ θεός, τοῦτον τὸν ἰησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε. (Atos dos Apóstolos 2, 36)

  • ἀκούσαντες δὲ κατενύγησαν τὴν καρδίαν, εἶπόν τε πρὸς τὸν πέτρον καὶ τοὺς λοιποὺς ἀποστόλους, τί ποιήσωμεν, ἄνδρες ἀδελφοί; (Atos dos Apóstolos 2, 37)

  • πέτρος δὲ πρὸς αὐτούς, μετανοήσατε, [φησίν,] καὶ βαπτισθήτω ἕκαστος ὑμῶν ἐπὶ τῶ ὀνόματι ἰησοῦ χριστοῦ εἰς ἄφεσιν τῶν ἁμαρτιῶν ὑμῶν, καὶ λήμψεσθε τὴν δωρεὰν τοῦ ἁγίου πνεύματος· (Atos dos Apóstolos 2, 38)

  • ὑμῖν γάρ ἐστιν ἡ ἐπαγγελία καὶ τοῖς τέκνοις ὑμῶν καὶ πᾶσιν τοῖς εἰς μακρὰν ὅσους ἂν προσκαλέσηται κύριος ὁ θεὸς ἡμῶν. (Atos dos Apóstolos 2, 39)

  • ἑτέροις τε λόγοις πλείοσιν διεμαρτύρατο, καὶ παρεκάλει αὐτοὺς λέγων, σώθητε ἀπὸ τῆς γενεᾶς τῆς σκολιᾶς ταύτης. (Atos dos Apóstolos 2, 40)

  • οἱ μὲν οὗν ἀποδεξάμενοι τὸν λόγον αὐτοῦ ἐβαπτίσθησαν, καὶ προσετέθησαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ψυχαὶ ὡσεὶ τρισχίλιαι. (Atos dos Apóstolos 2, 41)

  • ἦσαν δὲ προσκαρτεροῦντες τῇ διδαχῇ τῶν ἀποστόλων καὶ τῇ κοινωνίᾳ, τῇ κλάσει τοῦ ἄρτου καὶ ταῖς προσευχαῖς. (Atos dos Apóstolos 2, 42)

  • ἐγίνετο δὲ πάσῃ ψυχῇ φόβος, πολλά τε τέρατα καὶ σημεῖα διὰ τῶν ἀποστόλων ἐγίνετο. (Atos dos Apóstolos 2, 43)

  • πάντες δὲ οἱ πιστεύοντες ἦσαν ἐπὶ τὸ αὐτὸ καὶ εἶχον ἅπαντα κοινά, (Atos dos Apóstolos 2, 44)


"Quando o dia seguinte chegar, ele também será chamado de hoje. Tenha sempre muita confiança na Divina Providência." São Padre Pio de Pietrelcina