Mosaico decorativo

Trouvé 35140 Résultats pour: Ὁ

  • πρὸ δὲ τῆς ἑορτῆς τοῦ πάσχα εἰδὼς ὁ ἰησοῦς ὅτι ἦλθεν αὐτοῦ ἡ ὥρα ἵνα μεταβῇ ἐκ τοῦ κόσμου τούτου πρὸς τὸν πατέρα, ἀγαπήσας τοὺς ἰδίους τοὺς ἐν τῶ κόσμῳ, εἰς τέλος ἠγάπησεν αὐτούς. (São João 13, 1)

  • καὶ δείπνου γινομένου, τοῦ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν ἵνα παραδοῖ αὐτὸν ἰούδας σίμωνος ἰσκαριώτου, (São João 13, 2)

  • εἰδὼς ὅτι πάντα ἔδωκεν αὐτῶ ὁ πατὴρ εἰς τὰς χεῖρας καὶ ὅτι ἀπὸ θεοῦ ἐξῆλθεν καὶ πρὸς τὸν θεὸν ὑπάγει, (São João 13, 3)

  • ἐγείρεται ἐκ τοῦ δείπνου καὶ τίθησιν τὰ ἱμάτια, καὶ λαβὼν λέντιον διέζωσεν ἑαυτόν. (São João 13, 4)

  • εἶτα βάλλει ὕδωρ εἰς τὸν νιπτῆρα καὶ ἤρξατο νίπτειν τοὺς πόδας τῶν μαθητῶν καὶ ἐκμάσσειν τῶ λεντίῳ ᾧ ἦν διεζωσμένος. (São João 13, 5)

  • ἔρχεται οὗν πρὸς σίμωνα πέτρον. λέγει αὐτῶ, κύριε, σύ μου νίπτεις τοὺς πόδας; (São João 13, 6)

  • ἀπεκρίθη ἰησοῦς καὶ εἶπεν αὐτῶ, ὃ ἐγὼ ποιῶ σὺ οὐκ οἶδας ἄρτι, γνώσῃ δὲ μετὰ ταῦτα. (São João 13, 7)

  • λέγει αὐτῶ πέτρος, οὐ μὴ νίψῃς μου τοὺς πόδας εἰς τὸν αἰῶνα. ἀπεκρίθη ἰησοῦς αὐτῶ, ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ᾽ ἐμοῦ. (São João 13, 8)

  • λέγει αὐτῶ σίμων πέτρος, κύριε, μὴ τοὺς πόδας μου μόνον ἀλλὰ καὶ τὰς χεῖρας καὶ τὴν κεφαλήν. (São João 13, 9)

  • λέγει αὐτῶ ὁ ἰησοῦς, ὁ λελουμένος οὐκ ἔχει χρείαν εἰ μὴ τοὺς πόδας νίψασθαι, ἀλλ᾽ ἔστιν καθαρὸς ὅλος· καὶ ὑμεῖς καθαροί ἐστε, ἀλλ᾽ οὐχὶ πάντες. (São João 13, 10)

  • ᾔδει γὰρ τὸν παραδιδόντα αὐτόν· διὰ τοῦτο εἶπεν ὅτι οὐχὶ πάντες καθαροί ἐστε. (São João 13, 11)

  • ὅτε οὗν ἔνιψεν τοὺς πόδας αὐτῶν [καὶ] ἔλαβεν τὰ ἱμάτια αὐτοῦ καὶ ἀνέπεσεν πάλιν, εἶπεν αὐτοῖς, γινώσκετε τί πεποίηκα ὑμῖν; (São João 13, 12)


"Diante de Deus ajoelhe-se sempre." São Padre Pio de Pietrelcina