Trouvé 35140 Résultats pour: Ὁ
τοῦ ἡλίου ἐκλιπόντος, ἐσχίσθη δὲ τὸ καταπέτασμα τοῦ ναοῦ μέσον. (São Lucas 23, 45)
καὶ φωνήσας φωνῇ μεγάλῃ ὁ ἰησοῦς εἶπεν, πάτερ, εἰς χεῖράς σου παρατίθεμαι τὸ πνεῦμά μου· τοῦτο δὲ εἰπὼν ἐξέπνευσεν. (São Lucas 23, 46)
ἰδὼν δὲ ὁ ἑκατοντάρχης τὸ γενόμενον ἐδόξαζεν τὸν θεὸν λέγων, ὄντως ὁ ἄνθρωπος οὖτος δίκαιος ἦν. (São Lucas 23, 47)
καὶ πάντες οἱ συμπαραγενόμενοι ὄχλοι ἐπὶ τὴν θεωρίαν ταύτην, θεωρήσαντες τὰ γενόμενα, τύπτοντες τὰ στήθη ὑπέστρεφον. (São Lucas 23, 48)
εἱστήκεισαν δὲ πάντες οἱ γνωστοὶ αὐτῶ ἀπὸ μακρόθεν, καὶ γυναῖκες αἱ συνακολουθοῦσαι αὐτῶ ἀπὸ τῆς γαλιλαίας, ὁρῶσαι ταῦτα. (São Lucas 23, 49)
καὶ ἰδοὺ ἀνὴρ ὀνόματι ἰωσὴφ βουλευτὴς ὑπάρχων [καὶ] ἀνὴρ ἀγαθὸς καὶ δίκαιος (São Lucas 23, 50)
_ οὖτος οὐκ ἦν συγκατατεθειμένος τῇ βουλῇ καὶ τῇ πράξει αὐτῶν _ ἀπὸ ἁριμαθαίας πόλεως τῶν ἰουδαίων, ὃς προσεδέχετο τὴν βασιλείαν τοῦ θεοῦ, (São Lucas 23, 51)
οὖτος προσελθὼν τῶ πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ ἰησοῦ, (São Lucas 23, 52)
καὶ καθελὼν ἐνετύλιξεν αὐτὸ σινδόνι, καὶ ἔθηκεν αὐτὸν ἐν μνήματι λαξευτῶ οὖ οὐκ ἦν οὐδεὶς οὔπω κείμενος. (São Lucas 23, 53)
καὶ ἡμέρα ἦν παρασκευῆς, καὶ σάββατον ἐπέφωσκεν. (São Lucas 23, 54)
κατακολουθήσασαι δὲ αἱ γυναῖκες, αἵτινες ἦσαν συνεληλυθυῖαι ἐκ τῆς γαλιλαίας αὐτῶ, ἐθεάσαντο τὸ μνημεῖον καὶ ὡς ἐτέθη τὸ σῶμα αὐτοῦ, (São Lucas 23, 55)
ὑποστρέψασαι δὲ ἡτοίμασαν ἀρώματα καὶ μύρα. καὶ τὸ μὲν σάββατον ἡσύχασαν κατὰ τὴν ἐντολήν, (São Lucas 23, 56)