Trouvé 35140 Résultats pour: Ὁ
καθὼς γὰρ ἐγένετο ἰωνᾶς τοῖς νινευίταις σημεῖον, οὕτως ἔσται καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου τῇ γενεᾷ ταύτῃ. (São Lucas 11, 30)
βασίλισσα νότου ἐγερθήσεται ἐν τῇ κρίσει μετὰ τῶν ἀνδρῶν τῆς γενεᾶς ταύτης καὶ κατακρινεῖ αὐτούς· ὅτι ἦλθεν ἐκ τῶν περάτων τῆς γῆς ἀκοῦσαι τὴν σοφίαν σολομῶνος, καὶ ἰδοὺ πλεῖον σολομῶνος ὧδε. (São Lucas 11, 31)
ἄνδρες νινευῖται ἀναστήσονται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινοῦσιν αὐτήν· ὅτι μετενόησαν εἰς τὸ κήρυγμα ἰωνᾶ, καὶ ἰδοὺ πλεῖον ἰωνᾶ ὧδε. (São Lucas 11, 32)
οὐδεὶς λύχνον ἅψας εἰς κρύπτην τίθησιν [οὐδὲ ὑπὸ τὸν μόδιον] ἀλλ᾽ ἐπὶ τὴν λυχνίαν, ἵνα οἱ εἰσπορευόμενοι τὸ φῶς βλέπωσιν. (São Lucas 11, 33)
ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός σου. ὅταν ὁ ὀφθαλμός σου ἁπλοῦς ᾖ, καὶ ὅλον τὸ σῶμά σου φωτεινόν ἐστιν· ἐπὰν δὲ πονηρὸς ᾖ, καὶ τὸ σῶμά σου σκοτεινόν. (São Lucas 11, 34)
σκόπει οὗν μὴ τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστίν. (São Lucas 11, 35)
εἰ οὗν τὸ σῶμά σου ὅλον φωτεινόν, μὴ ἔχον μέρος τι σκοτεινόν, ἔσται φωτεινὸν ὅλον ὡς ὅταν ὁ λύχνος τῇ ἀστραπῇ φωτίζῃ σε. (São Lucas 11, 36)
ἐν δὲ τῶ λαλῆσαι ἐρωτᾷ αὐτὸν φαρισαῖος ὅπως ἀριστήσῃ παρ᾽ αὐτῶ· εἰσελθὼν δὲ ἀνέπεσεν. (São Lucas 11, 37)
ὁ δὲ φαρισαῖος ἰδὼν ἐθαύμασεν ὅτι οὐ πρῶτον ἐβαπτίσθη πρὸ τοῦ ἀρίστου. (São Lucas 11, 38)
εἶπεν δὲ ὁ κύριος πρὸς αὐτόν, νῦν ὑμεῖς οἱ φαρισαῖοι τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τοῦ πίνακος καθαρίζετε, τὸ δὲ ἔσωθεν ὑμῶν γέμει ἁρπαγῆς καὶ πονηρίας. (São Lucas 11, 39)
ἄφρονες, οὐχ ὁ ποιήσας τὸ ἔξωθεν καὶ τὸ ἔσωθεν ἐποίησεν; (São Lucas 11, 40)
πλὴν τὰ ἐνόντα δότε ἐλεημοσύνην, καὶ ἰδοὺ πάντα καθαρὰ ὑμῖν ἐστιν. (São Lucas 11, 41)