Mosaico decorativo

Trouvé 35140 Résultats pour: Ὁ

  • καὶ ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ μετὰ σάλπιγγος μεγάλης, καὶ ἐπισυνάξουσιν τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων ἀπ᾽ ἄκρων οὐρανῶν ἕως [τῶν] ἄκρων αὐτῶν. (São Mateus 24, 31)

  • ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν· ὅταν ἤδη ὁ κλάδος αὐτῆς γένηται ἁπαλὸς καὶ τὰ φύλλα ἐκφύῃ, γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος· (São Mateus 24, 32)

  • οὕτως καὶ ὑμεῖς, ὅταν ἴδητε πάντα ταῦτα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις. (São Mateus 24, 33)

  • ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη ἕως ἂν πάντα ταῦτα γένηται. (São Mateus 24, 34)

  • ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν. (São Mateus 24, 35)

  • περὶ δὲ τῆς ἡμέρας ἐκείνης καὶ ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι τῶν οὐρανῶν οὐδὲ ὁ υἱός, εἰ μὴ ὁ πατὴρ μόνος. (São Mateus 24, 36)

  • ὥσπερ γὰρ αἱ ἡμέραι τοῦ νῶε, οὕτως ἔσται ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου. (São Mateus 24, 37)

  • ὡς γὰρ ἦσαν ἐν ταῖς ἡμέραις [ἐκείναις] ταῖς πρὸ τοῦ κατακλυσμοῦ τρώγοντες καὶ πίνοντες, γαμοῦντες καὶ γαμίζοντες, ἄχρι ἧς ἡμέρας εἰσῆλθεν νῶε εἰς τὴν κιβωτόν, (São Mateus 24, 38)

  • καὶ οὐκ ἔγνωσαν ἕως ἦλθεν ὁ κατακλυσμὸς καὶ ἦρεν ἅπαντας, οὕτως ἔσται [καὶ] ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου. (São Mateus 24, 39)

  • τότε δύο ἔσονται ἐν τῶ ἀγρῶ, εἷς παραλαμβάνεται καὶ εἷς ἀφίεται· (São Mateus 24, 40)

  • δύο ἀλήθουσαι ἐν τῶ μύλῳ, μία παραλαμβάνεται καὶ μία ἀφίεται. (São Mateus 24, 41)

  • γρηγορεῖτε οὗν, ὅτι οὐκ οἴδατε ποίᾳ ἡμέρᾳ ὁ κύριος ὑμῶν ἔρχεται. (São Mateus 24, 42)


"Invoquemos sempre o auxílio de Nossa Senhora." São Padre Pio de Pietrelcina