Mosaico decorativo

Trouvé 35140 Résultats pour: Ὁ

  • καὶ εἶπεν τοῖς παισὶν αὐτοῦ, οὖτός ἐστιν ἰωάννης ὁ βαπτιστής· αὐτὸς ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ διὰ τοῦτο αἱ δυνάμεις ἐνεργοῦσιν ἐν αὐτῶ. (São Mateus 14, 2)

  • ὁ γὰρ ἡρῴδης κρατήσας τὸν ἰωάννην ἔδησεν [αὐτὸν] καὶ ἐν φυλακῇ ἀπέθετο διὰ ἡρῳδιάδα τὴν γυναῖκα φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ· (São Mateus 14, 3)

  • ἔλεγεν γὰρ ὁ ἰωάννης αὐτῶ, οὐκ ἔξεστίν σοι ἔχειν αὐτήν. (São Mateus 14, 4)

  • καὶ θέλων αὐτὸν ἀποκτεῖναι ἐφοβήθη τὸν ὄχλον, ὅτι ὡς προφήτην αὐτὸν εἶχον. (São Mateus 14, 5)

  • γενεσίοις δὲ γενομένοις τοῦ ἡρῴδου ὠρχήσατο ἡ θυγάτηρ τῆς ἡρῳδιάδος ἐν τῶ μέσῳ καὶ ἤρεσεν τῶ ἡρῴδῃ, (São Mateus 14, 6)

  • ὅθεν μεθ᾽ ὅρκου ὡμολόγησεν αὐτῇ δοῦναι ὃ ἐὰν αἰτήσηται. (São Mateus 14, 7)

  • ἡ δὲ προβιβασθεῖσα ὑπὸ τῆς μητρὸς αὐτῆς, δός μοι, φησίν, ὧδε ἐπὶ πίνακι τὴν κεφαλὴν ἰωάννου τοῦ βαπτιστοῦ. (São Mateus 14, 8)

  • καὶ λυπηθεὶς ὁ βασιλεὺς διὰ τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους ἐκέλευσεν δοθῆναι, (São Mateus 14, 9)

  • καὶ πέμψας ἀπεκεφάλισεν [τὸν] ἰωάννην ἐν τῇ φυλακῇ· (São Mateus 14, 10)

  • καὶ ἠνέχθη ἡ κεφαλὴ αὐτοῦ ἐπὶ πίνακι καὶ ἐδόθη τῶ κορασίῳ, καὶ ἤνεγκεν τῇ μητρὶ αὐτῆς. (São Mateus 14, 11)

  • καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἦραν τὸ πτῶμα καὶ ἔθαψαν αὐτό[ν], καὶ ἐλθόντες ἀπήγγειλαν τῶ ἰησοῦ. (São Mateus 14, 12)

  • ἀκούσας δὲ ὁ ἰησοῦς ἀνεχώρησεν ἐκεῖθεν ἐν πλοίῳ εἰς ἔρημον τόπον κατ᾽ ἰδίαν· καὶ ἀκούσαντες οἱ ὄχλοι ἠκολούθησαν αὐτῶ πεζῇ ἀπὸ τῶν πόλεων. (São Mateus 14, 13)


"Subamos sem nos cansarmos, sob a celeste vista do Salvador." São Padre Pio de Pietrelcina