Mosaico decorativo

Trouvé 35140 Résultats pour: Ὁ

  • ταύτης δὲ ἐπιλαβόμενοι ἐπηρωτῶμεν αὐτήν τίς ὁ ἄνθρωπος (Daniel 13, 40)

  • καὶ οὐκ ἀπήγγειλεν ἡμῖν τίς ἦν ταῦτα μαρτυροῦμεν καὶ ἐπίστευσεν αὐτοῖς ἡ συναγωγὴ πᾶσα ὡς πρεσβυτέρων ὄντων καὶ κριτῶν τοῦ λαοῦ (Daniel 13, 41)

  • (45) καὶ ἰδοὺ ἄγγελος κυρίου ἐκείνης ἐξαγομένης ἀπολέσθαι καὶ ἔδωκεν ὁ ἄγγελος καθὼς προσετάγη πνεῦμα συνέσεως νεωτέρῳ ὄντι Δανιηλ (Daniel 13, 44)

  • διαστείλας δὲ Δανιηλ τὸν ὄχλον καὶ στὰς ἐν μέσῳ αὐτῶν εἶπεν οὕτως μωροί υἱοὶ Ισραηλ οὐκ ἀνακρίναντες οὐδὲ τὸ σαφὲς ἐπιγνόντες ἀπεκρίνατε θυγατέρα Ισραηλ (Daniel 13, 48)

  • καὶ νῦν διαχωρίσατέ μοι αὐτοὺς ἀπ’ ἀλλήλων μακράν ἵνα ἐτάσω αὐτούς (Daniel 13, 51)

  • ὡς δὲ διεχωρίσθησαν εἶπεν Δανιηλ τῇ συναγωγῇ νῦν μὴ βλέψητε ὅτι οὗτοί εἰσι πρεσβύτεροι λέγοντες οὐ μὴ ψεύσωνται ἀλλὰ ἀνακρινῶ αὐτοὺς κατὰ τὰ ὑποπίπτοντά μοι καὶ ἐκάλεσε τὸν ἕνα αὐτῶν καὶ προσήγαγον τὸν πρεσβύτερον τῷ νεωτέρῳ καὶ εἶπεν αὐτῷ Δανιηλ ἄκουε ἄκουε πεπαλαιωμένε ἡμερῶν κακῶν νῦν ἥκασί σου αἱ ἁμαρτίαι ἃς ἐποίεις τὸ πρότερον (Daniel 13, 52)

  • πιστευθεὶς ἀκούειν καὶ κρίνειν κρίσεις θάνατον ἐπιφερούσας καὶ τὸν μὲν ἀθῷον κατέκρινας τοὺς δὲ ἐνόχους ἠφίεις τοῦ κυρίου λέγοντος ἀθῷον καὶ δίκαιον οὐκ ἀποκτενεῖς (Daniel 13, 53)

  • νῦν οὖν ὑπὸ τί δένδρον καὶ ποταπῷ τοῦ παραδείσου τόπῳ ἑώρακας αὐτοὺς ὄντας σὺν ἑαυτοῖς καὶ εἶπεν ὁ ἀσεβής ὑπὸ σχῖνον (Daniel 13, 54)

  • εἶπεν δὲ ὁ νεώτερος ὀρθῶς ἔψευσαι εἰς τὴν σεαυτοῦ ψυχήν ὁ γὰρ ἄγγελος κυρίου σχίσει σου τὴν ψυχὴν σήμερον (Daniel 13, 55)

  • καὶ τοῦτον μεταστήσας εἶπε προσαγαγεῖν αὐτῷ τὸν ἕτερον καὶ τούτῳ δὲ εἶπεν διὰ τί διεστραμμένον τὸ σπέρμα σου ὡς Σιδῶνος καὶ οὐχ ὡς Ιουδα τὸ κάλλος σε ἠπάτησεν ἡ μιαρὰ ἐπιθυμία (Daniel 13, 56)

  • καὶ οὕτως ἐποιεῖτε θυγατράσιν Ισραηλ καὶ ἐκεῖναι φοβούμεναι ὡμιλοῦσαν ὑμῖν ἀλλ’ οὐ θυγάτηρ Ιουδα ὑπέμεινε τὴν νόσον ὑμῶν ἐν ἀνομίᾳ ὑπενεγκεῖν (Daniel 13, 57)

  • νῦν οὖν λέγε μοι ὑπὸ τί δένδρον καὶ ἐν ποίῳ τοῦ κήπου τόπῳ κατέλαβες αὐτοὺς ὁμιλοῦντας ἀλλήλοις ὁ δὲ εἶπεν ὑπὸ πρῖνον (Daniel 13, 58)


"Tente percorrer com toda a simplicidade o caminho de Nosso Senhor e não se aflija inutilmente." São Padre Pio de Pietrelcina