Trouvé 35140 Résultats pour: Ὁ
ὃς οὐκ ἐπειράθη ὀλίγα οἶδεν ὁ δὲ πεπλανημένος πληθυνεῖ πανουργίαν (Eclesiástico 34, 10)
πολλὰ ἑώρακα ἐν τῇ ἀποπλανήσει μου καὶ πλείονα τῶν λόγων μου σύνεσίς μου (Eclesiástico 34, 11)
πλεονάκις ἕως θανάτου ἐκινδύνευσα καὶ διεσώθην τούτων χάριν (Eclesiástico 34, 12)
πνεῦμα φοβουμένων κύριον ζήσεται ἡ γὰρ ἐλπὶς αὐτῶν ἐπὶ τὸν σῴζοντα αὐτούς (Eclesiástico 34, 13)
ὁ φοβούμενος κύριον οὐδὲν εὐλαβηθήσεται καὶ οὐ μὴ δειλιάσῃ ὅτι αὐτὸς ἐλπὶς αὐτοῦ (Eclesiástico 34, 14)
φοβουμένου τὸν κύριον μακαρία ἡ ψυχή τίνι ἐπέχει καὶ τίς αὐτοῦ στήριγμα (Eclesiástico 34, 15)
οἱ ὀφθαλμοὶ κυρίου ἐπὶ τοὺς ἀγαπῶντας αὐτόν ὑπερασπισμὸς δυναστείας καὶ στήριγμα ἰσχύος σκέπη ἀπὸ καύσωνος καὶ σκέπη ἀπὸ μεσημβρίας φυλακὴ ἀπὸ προσκόμματος καὶ βοήθεια ἀπὸ πτώσεως (Eclesiástico 34, 16)
ἀνυψῶν ψυχὴν καὶ φωτίζων ὀφθαλμούς ἴασιν διδούς ζωὴν καὶ εὐλογίαν (Eclesiástico 34, 17)
θυσιάζων ἐξ ἀδίκου προσφορὰ μεμωμημένη καὶ οὐκ εἰς εὐδοκίαν δωρήματα ἀνόμων (Eclesiástico 34, 18)
οὐκ εὐδοκεῖ ὁ ὕψιστος ἐν προσφοραῖς ἀσεβῶν οὐδὲ ἐν πλήθει θυσιῶν ἐξιλάσκεται ἁμαρτίας (Eclesiástico 34, 19)
θύων υἱὸν ἔναντι τοῦ πατρὸς αὐτοῦ ὁ προσάγων θυσίαν ἐκ χρημάτων πενήτων (Eclesiástico 34, 20)
ἄρτος ἐπιδεομένων ζωὴ πτωχῶν ὁ ἀποστερῶν αὐτὴν ἄνθρωπος αἱμάτων (Eclesiástico 34, 21)