Mosaico decorativo

Trouvé 35140 Résultats pour: Ὁ

  • ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν (Sabedoria 6, 2)

  • ὅτι ἐδόθη παρὰ κυρίου ἡ κράτησις ὑμῖν καὶ ἡ δυναστεία παρὰ ὑψίστου ὃς ἐξετάσει ὑμῶν τὰ ἔργα καὶ τὰς βουλὰς διερευνήσει (Sabedoria 6, 3)

  • ὅτι ὑπηρέται ὄντες τῆς αὐτοῦ βασιλείας οὐκ ἐκρίνατε ὀρθῶς οὐδὲ ἐφυλάξατε νόμον οὐδὲ κατὰ τὴν βουλὴν τοῦ θεοῦ ἐπορεύθητε (Sabedoria 6, 4)

  • φρικτῶς καὶ ταχέως ἐπιστήσεται ὑμῖν ὅτι κρίσις ἀπότομος ἐν τοῖς ὑπερέχουσιν γίνεται (Sabedoria 6, 5)

  • ὁ γὰρ ἐλάχιστος συγγνωστός ἐστιν ἐλέους δυνατοὶ δὲ δυνατῶς ἐτασθήσονται (Sabedoria 6, 6)

  • οὐ γὰρ ὑποστελεῖται πρόσωπον ὁ πάντων δεσπότης οὐδὲ ἐντραπήσεται μέγεθος ὅτι μικρὸν καὶ μέγαν αὐτὸς ἐποίησεν ὁμοίως τε προνοεῖ περὶ πάντων (Sabedoria 6, 7)

  • τοῖς δὲ κραταιοῖς ἰσχυρὰ ἐφίσταται ἔρευνα (Sabedoria 6, 8)

  • πρὸς ὑμᾶς οὖν ὦ τύραννοι οἱ λόγοι μου ἵνα μάθητε σοφίαν καὶ μὴ παραπέσητε (Sabedoria 6, 9)

  • οἱ γὰρ φυλάξαντες ὁσίως τὰ ὅσια ὁσιωθήσονται καὶ οἱ διδαχθέντες αὐτὰ εὑρήσουσιν ἀπολογίαν (Sabedoria 6, 10)

  • ἐπιθυμήσατε οὖν τῶν λόγων μου ποθήσατε καὶ παιδευθήσεσθε (Sabedoria 6, 11)

  • λαμπρὰ καὶ ἀμάραντός ἐστιν ἡ σοφία καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτὴν καὶ εὑρίσκεται ὑπὸ τῶν ζητούντων αὐτήν (Sabedoria 6, 12)

  • φθάνει τοὺς ἐπιθυμοῦντας προγνωσθῆναι (Sabedoria 6, 13)


"O temor e a confiança devem dar as mãos e proceder como irmãos." São Padre Pio de Pietrelcina