Trouvé 35140 Résultats pour: Ὁ
μεταλαβὼν δὲ Ιουδας ταῦτα παρήγγειλεν τῷ πλήθει δι’ ἡμέρας καὶ νυκτὸς ἐπικαλεῖσθαι τὸν κύριον εἴ ποτε καὶ ἄλλοτε καὶ νῦν ἐπιβοηθεῖν τοῖς τοῦ νόμου καὶ πατρίδος καὶ ἱεροῦ ἁγίου στερεῖσθαι μέλλουσιν (II Macabeus 13, 10)
καὶ τὸν ἄρτι βραχέως ἀνεψυχότα λαὸν μὴ ἐᾶσαι τοῖς δυσφήμοις ἔθνεσιν ὑποχειρίους γενέσθαι (II Macabeus 13, 11)
πάντων δὲ τὸ αὐτὸ ποιησάντων ὁμοῦ καὶ καταξιωσάντων τὸν ἐλεήμονα κύριον μετὰ κλαυθμοῦ καὶ νηστειῶν καὶ προπτώσεως ἐπὶ ἡμέρας τρεῖς ἀδιαλείπτως παρακαλέσας αὐτοὺς ὁ Ιουδας ἐκέλευσεν παραγίνεσθαι (II Macabeus 13, 12)
καθ’ ἑαυτὸν δὲ σὺν τοῖς πρεσβυτέροις γενόμενος ἐβουλεύσατο πρὶν εἰσβαλεῖν τοῦ βασιλέως τὸ στράτευμα εἰς τὴν Ιουδαίαν καὶ γενέσθαι τῆς πόλεως ἐγκρατεῖς ἐξελθόντας κρῖναι τὰ πράγματα τῇ τοῦ θεοῦ βοηθείᾳ (II Macabeus 13, 13)
δοὺς δὲ τὴν ἐπιτροπὴν τῷ κτίστῃ τοῦ κόσμου παρακαλέσας τοὺς σὺν αὐτῷ γενναίως ἀγωνίσασθαι μέχρι θανάτου περὶ νόμων ἱεροῦ πόλεως πατρίδος πολιτείας περὶ δὲ Μωδεϊν ἐποιήσατο τὴν στρατοπεδείαν (II Macabeus 13, 14)
ἀναδοὺς δὲ τοῖς περὶ αὐτὸν σύνθημα θεοῦ νίκην μετὰ νεανίσκων ἀρίστων κεκριμένων ἐπιβαλὼν νύκτωρ ἐπὶ τὴν βασιλικὴν αὐλὴν τὴν παρεμβολὴν ἀνεῖλεν εἰς ἄνδρας δισχιλίους καὶ τὸν πρωτεύοντα τῶν ἐλεφάντων σὺν τῷ κατ’ οἰκίαν ὄντι συνεκέντησεν (II Macabeus 13, 15)
καὶ τὸ τέλος τὴν παρεμβολὴν δέους καὶ ταραχῆς ἐπλήρωσαν καὶ ἐξέλυσαν εὐημεροῦντες (II Macabeus 13, 16)
ὑποφαινούσης δὲ ἤδη τῆς ἡμέρας τοῦτο ἐγεγόνει διὰ τὴν ἐπαρήγουσαν αὐτῷ τοῦ κυρίου σκέπην (II Macabeus 13, 17)
ὁ δὲ βασιλεὺς εἰληφὼς γεῦμα τῆς τῶν Ιουδαίων εὐτολμίας κατεπείρασεν διὰ μεθόδων τοὺς τόπους (II Macabeus 13, 18)
καὶ ἐπὶ Βαιθσουρα φρούριον ὀχυρὸν τῶν Ιουδαίων προσῆγεν ἐτροποῦτο προσέκρουεν ἠλαττονοῦτο (II Macabeus 13, 19)
τοῖς δὲ ἔνδον Ιουδας τὰ δέοντα εἰσέπεμψεν (II Macabeus 13, 20)
προσήγγειλεν δὲ τὰ μυστήρια τοῖς πολεμίοις Ροδοκος ἐκ τῆς Ιουδαϊκῆς τάξεως ἀνεζητήθη καὶ κατελήμφθη καὶ κατεκλείσθη (II Macabeus 13, 21)