Trouvé 35140 Résultats pour: Ὁ
τίς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ κυρίου καὶ τίς στήσεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ (Salmos 23, 3)
ἀθῷος χερσὶν καὶ καθαρὸς τῇ καρδίᾳ ὃς οὐκ ἔλαβεν ἐπὶ ματαίῳ τὴν ψυχὴν αὐτοῦ καὶ οὐκ ὤμοσεν ἐπὶ δόλῳ τῷ πλησίον αὐτοῦ (Salmos 23, 4)
οὗτος λήμψεται εὐλογίαν παρὰ κυρίου καὶ ἐλεημοσύνην παρὰ θεοῦ σωτῆρος αὐτοῦ (Salmos 23, 5)
αὕτη ἡ γενεὰ ζητούντων αὐτόν ζητούντων τὸ πρόσωπον τοῦ θεοῦ Ιακωβ διάψαλμα (Salmos 23, 6)
ἄρατε πύλας οἱ ἄρχοντες ὑμῶν καὶ ἐπάρθητε πύλαι αἰώνιοι καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης (Salmos 23, 7)
τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης κύριος κραταιὸς καὶ δυνατός κύριος δυνατὸς ἐν πολέμῳ (Salmos 23, 8)
ἄρατε πύλας οἱ ἄρχοντες ὑμῶν καὶ ἐπάρθητε πύλαι αἰώνιοι καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης (Salmos 23, 9)
τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης κύριος τῶν δυνάμεων αὐτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης (Salmos 23, 10)
Gr. Psalm 24 (Heb. 25) ψαλμὸς τῷ Δαυιδ πρὸς σέ κύριε ἦρα τὴν ψυχήν μου ὁ θεός μου (Salmos 24, 1)
ἐπὶ σοὶ πέποιθα μὴ καταισχυνθείην μηδὲ καταγελασάτωσάν μου οἱ ἐχθροί μου (Salmos 24, 2)
καὶ γὰρ πάντες οἱ ὑπομένοντές σε οὐ μὴ καταισχυνθῶσιν αἰσχυνθήτωσαν πάντες οἱ ἀνομοῦντες διὰ κενῆς (Salmos 24, 3)
τὰς ὁδούς σου κύριε γνώρισόν μοι καὶ τὰς τρίβους σου δίδαξόν με (Salmos 24, 4)