Trouvé 35140 Résultats pour: Ὁ
καὶ εἶπεν αὐτοῖς μὴ φοβεῖσθε εἰρήνη ὑμῖν ἔσται τὸν δὲ θεὸν εὐλογεῖτε εἰς τὸν αἰῶνα (Tobias 12, 17)
ὅτι οὐ τῇ ἐμαυτοῦ χάριτι ἀλλὰ τῇ θελήσει τοῦ θεοῦ ἡμῶν ἦλθον ὅθεν εὐλογεῖτε αὐτὸν εἰς τὸν αἰῶνα (Tobias 12, 18)
πάσας τὰς ἡμέρας ὠπτανόμην ὑμῖν καὶ οὐκ ἔφαγον οὐδὲ ἔπιον ἀλλὰ ὅρασιν ὑμεῖς ἐθεωρεῖτε (Tobias 12, 19)
καὶ νῦν ἐξομολογεῖσθε τῷ θεῷ διότι ἀναβαίνω πρὸς τὸν ἀποστείλαντά με καὶ γράψατε πάντα τὰ συντελεσθέντα εἰς βιβλίον (Tobias 12, 20)
καὶ ἀνέστησαν καὶ οὐκέτι εἶδον αὐτόν (Tobias 12, 21)
καὶ ἐξωμολογοῦντο τὰ ἔργα τὰ μεγάλα καὶ θαυμαστὰ τοῦ θεοῦ καὶ ὡς ὤφθη αὐτοῖς ὁ ἄγγελος κυρίου (Tobias 12, 22)
καὶ Τωβιτ ἔγραψεν προσευχὴν εἰς ἀγαλλίασιν καὶ εἶπεν (Tobias 13, 1)
εὐλογητὸς ὁ θεὸς ὁ ζῶν εἰς τοὺς αἰῶνας καὶ ἡ βασιλεία αὐτοῦ ὅτι αὐτὸς μαστιγοῖ καὶ ἐλεᾷ κατάγει εἰς ᾅδην καὶ ἀνάγει καὶ οὐκ ἔστιν ὃς ἐκφεύξεται τὴν χεῖρα αὐτοῦ (Tobias 13, 2)
ἐξομολογεῖσθε αὐτῷ οἱ υἱοὶ Ισραηλ ἐνώπιον τῶν ἐθνῶν ὅτι αὐτὸς διέσπειρεν ἡμᾶς ἐν αὐτοῖς (Tobias 13, 3)
ἐκεῖ ὑποδείξατε τὴν μεγαλωσύνην αὐτοῦ ὑψοῦτε αὐτὸν ἐνώπιον παντὸς ζῶντος καθότι αὐτὸς κύριος ἡμῶν καὶ θεός αὐτὸς πατὴρ ἡμῶν εἰς πάντας τοὺς αἰῶνας (Tobias 13, 4)
καὶ μαστιγώσει ἡμᾶς ἐν ταῖς ἀδικίαις ἡμῶν καὶ πάλιν ἐλεήσει καὶ συνάξει ἡμᾶς ἐκ πάντων τῶν ἐθνῶν οὗ ἐὰν σκορπισθῆτε ἐν αὐτοῖς (Tobias 13, 5)
ἐὰν ἐπιστρέψητε πρὸς αὐτὸν ἐν ὅλῃ καρδίᾳ ὑμῶν καὶ ἐν ὅλῃ τῇ ψυχῇ ποιῆσαι ἐνώπιον αὐτοῦ ἀλήθειαν τότε ἐπιστρέψει πρὸς ὑμᾶς καὶ οὐ μὴ κρύψῃ τὸ πρόσωπον αὐτοῦ ἀφ’ ὑμῶν (Tobias 13, 6)