Trouvé 31964 Résultats pour: Ἢ
καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν ἐν τῇ ἐρήμῳ Σινα λέγων (Números 3, 14)
ἐπίσκεψαι τοὺς υἱοὺς Λευι κατ’ οἴκους πατριῶν αὐτῶν κατὰ δήμους αὐτῶν κατὰ συγγενείας αὐτῶν πᾶν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω ἐπισκέψασθε αὐτούς (Números 3, 15)
καὶ ἐπεσκέψαντο αὐτοὺς Μωυσῆς καὶ Ααρων διὰ φωνῆς κυρίου ὃν τρόπον συνέταξεν αὐτοῖς κύριος (Números 3, 16)
καὶ ἦσαν οὗτοι οἱ υἱοὶ Λευι ἐξ ὀνομάτων αὐτῶν Γεδσων Κααθ καὶ Μεραρι (Números 3, 17)
καὶ υἱοὶ Κααθ κατὰ δήμους αὐτῶν Αμραμ καὶ Ισσααρ Χεβρων καὶ Οζιηλ (Números 3, 19)
καὶ υἱοὶ Μεραρι κατὰ δήμους αὐτῶν Μοολι καὶ Μουσι οὗτοί εἰσιν δῆμοι τῶν Λευιτῶν κατ’ οἴκους πατριῶν αὐτῶν (Números 3, 20)
τῷ Γεδσων δῆμος τοῦ Λοβενι καὶ δῆμος τοῦ Σεμεϊ οὗτοι δῆμοι τοῦ Γεδσων (Números 3, 21)
ἡ ἐπίσκεψις αὐτῶν κατὰ ἀριθμὸν παντὸς ἀρσενικοῦ ἀπὸ μηνιαίου καὶ ἐπάνω ἡ ἐπίσκεψις αὐτῶν ἑπτακισχίλιοι καὶ πεντακόσιοι (Números 3, 22)
καὶ υἱοὶ Γεδσων ὀπίσω τῆς σκηνῆς παρὰ θάλασσαν παρεμβαλοῦσιν (Números 3, 23)
καὶ ὁ ἄρχων οἴκου πατριᾶς τοῦ δήμου τοῦ Γεδσων Ελισαφ υἱὸς Λαηλ (Números 3, 24)
καὶ ἡ φυλακὴ υἱῶν Γεδσων ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου ἡ σκηνὴ καὶ τὸ κάλυμμα καὶ τὸ κατακάλυμμα τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου (Números 3, 25)
καὶ τὰ ἱστία τῆς αὐλῆς καὶ τὸ καταπέτασμα τῆς πύλης τῆς αὐλῆς τῆς οὔσης ἐπὶ τῆς σκηνῆς καὶ τὰ κατάλοιπα πάντων τῶν ἔργων αὐτοῦ (Números 3, 26)