Trouvé 31964 Résultats pour: Ἢ
οὐκ ἀλλάξεις καλὸν πονηρῷ ἐὰν δὲ ἀλλάσσων ἀλλάξῃς αὐτό καὶ τὸ ἄλλαγμα αὐτοῦ ἔσται ἅγιον οὐ λυτρωθήσεται (Levítico 27, 33)
αὗταί εἰσιν αἱ ἐντολαί ἃς ἐνετείλατο κύριος τῷ Μωυσῇ πρὸς τοὺς υἱοὺς Ισραηλ ἐν τῷ ὄρει Σινα (Levítico 27, 34)
καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν ἐν τῇ ἐρήμῳ τῇ Σινα ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου ἐν μιᾷ τοῦ μηνὸς τοῦ δευτέρου ἔτους δευτέρου ἐξελθόντων αὐτῶν ἐκ γῆς Αἰγύπτου λέγων (Números 1, 1)
λάβετε ἀρχὴν πάσης συναγωγῆς υἱῶν Ισραηλ κατὰ συγγενείας αὐτῶν κατ’ οἴκους πατριῶν αὐτῶν κατὰ ἀριθμὸν ἐξ ὀνόματος αὐτῶν κατὰ κεφαλὴν αὐτῶν πᾶς ἄρσην (Números 1, 2)
ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω πᾶς ὁ ἐκπορευόμενος ἐν δυνάμει Ισραηλ ἐπισκέψασθε αὐτοὺς σὺν δυνάμει αὐτῶν σὺ καὶ Ααρων ἐπισκέψασθε αὐτούς (Números 1, 3)
καὶ μεθ’ ὑμῶν ἔσονται ἕκαστος κατὰ φυλὴν ἑκάστου ἀρχόντων κατ’ οἴκους πατριῶν ἔσονται (Números 1, 4)
καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν οἵτινες παραστήσονται μεθ’ ὑμῶν τῶν Ρουβην Ελισουρ υἱὸς Σεδιουρ (Números 1, 5)
τῶν Συμεων Σαλαμιηλ υἱὸς Σουρισαδαι (Números 1, 6)
τῶν Ισσαχαρ Ναθαναηλ υἱὸς Σωγαρ (Números 1, 8)
τῶν υἱῶν Ιωσηφ τῶν Εφραιμ Ελισαμα υἱὸς Εμιουδ τῶν Μανασση Γαμαλιηλ υἱὸς Φαδασσουρ (Números 1, 10)
τῶν Ασηρ Φαγαιηλ υἱὸς Εχραν (Números 1, 13)
τῶν Γαδ Ελισαφ υἱὸς Ραγουηλ (Números 1, 14)