Trouvé 31964 Résultats pour: Ἡ
πίστει καὶ περὶ μελλόντων εὐλόγησεν ἰσαὰκ τὸν ἰακὼβ καὶ τὸν ἠσαῦ. (Hebreus 11, 20)
πίστει ἰακὼβ ἀποθνῄσκων ἕκαστον τῶν υἱῶν ἰωσὴφ εὐλόγησεν, καὶ προσεκύνησεν ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ. (Hebreus 11, 21)
πίστει ἰωσὴφ τελευτῶν περὶ τῆς ἐξόδου τῶν υἱῶν ἰσραὴλ ἐμνημόνευσεν, καὶ περὶ τῶν ὀστέων αὐτοῦ ἐνετείλατο. (Hebreus 11, 22)
πίστει μωϊσῆς γεννηθεὶς ἐκρύβη τρίμηνον ὑπὸ τῶν πατέρων αὐτοῦ, διότι εἶδον ἀστεῖον τὸ παιδίον, καὶ οὐκ ἐφοβήθησαν τὸ διάταγμα τοῦ βασιλέως. (Hebreus 11, 23)
πίστει μωϊσῆς μέγας γενόμενος ἠρνήσατο λέγεσθαι υἱὸς θυγατρὸς φαραώ, (Hebreus 11, 24)
μᾶλλον ἑλόμενος συγκακουχεῖσθαι τῶ λαῶ τοῦ θεοῦ ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν, (Hebreus 11, 25)
μείζονα πλοῦτον ἡγησάμενος τῶν αἰγύπτου θησαυρῶν τὸν ὀνειδισμὸν τοῦ χριστοῦ, ἀπέβλεπεν γὰρ εἰς τὴν μισθαποδοσίαν. (Hebreus 11, 26)
πίστει κατέλιπεν αἴγυπτον, μὴ φοβηθεὶς τὸν θυμὸν τοῦ βασιλέως, τὸν γὰρ ἀόρατον ὡς ὁρῶν ἐκαρτέρησεν. (Hebreus 11, 27)
πίστει πεποίηκεν τὸ πάσχα καὶ τὴν πρόσχυσιν τοῦ αἵματος, ἵνα μὴ ὁ ὀλοθρεύων τὰ πρωτότοκα θίγῃ αὐτῶν. (Hebreus 11, 28)
πίστει διέβησαν τὴν ἐρυθρὰν θάλασσαν ὡς διὰ ξηρᾶς γῆς, ἧς πεῖραν λαβόντες οἱ αἰγύπτιοι κατεπόθησαν. (Hebreus 11, 29)
πίστει τὰ τείχη ἰεριχὼ ἔπεσαν κυκλωθέντα ἐπὶ ἑπτὰ ἡμέρας. (Hebreus 11, 30)
πίστει ῥαὰβ ἡ πόρνη οὐ συναπώλετο τοῖς ἀπειθήσασιν, δεξαμένη τοὺς κατασκόπους μετ᾽ εἰρήνης. (Hebreus 11, 31)