Mosaico decorativo

Trouvé 31964 Résultats pour: Ἡ

  • ὧν τινες ἀστοχήσαντες ἐξετράπησαν εἰς ματαιολογίαν, (I Timóteo 1, 6)

  • θέλοντες εἶναι νομοδιδάσκαλοι, μὴ νοοῦντες μήτε ἃ λέγουσιν μήτε περὶ τίνων διαβεβαιοῦνται. (I Timóteo 1, 7)

  • οἴδαμεν δὲ ὅτι καλὸς ὁ νόμος ἐάν τις αὐτῶ νομίμως χρῆται, (I Timóteo 1, 8)

  • εἰδὼς τοῦτο, ὅτι δικαίῳ νόμος οὐ κεῖται, ἀνόμοις δὲ καὶ ἀνυποτάκτοις, ἀσεβέσι καὶ ἁμαρτωλοῖς, ἀνοσίοις καὶ βεβήλοις, πατρολῴαις καὶ μητρολῴαις, ἀνδροφόνοις, (I Timóteo 1, 9)

  • πόρνοις, ἀρσενοκοίταις, ἀνδραποδισταῖς, ψεύσταις, ἐπιόρκοις, καὶ εἴ τι ἕτερον τῇ ὑγιαινούσῃ διδασκαλίᾳ ἀντίκειται, (I Timóteo 1, 10)

  • κατὰ τὸ εὐαγγέλιον τῆς δόξης τοῦ μακαρίου θεοῦ, ὃ ἐπιστεύθην ἐγώ. (I Timóteo 1, 11)

  • χάριν ἔχω τῶ ἐνδυναμώσαντί με χριστῶ ἰησοῦ τῶ κυρίῳ ἡμῶν, ὅτι πιστόν με ἡγήσατο θέμενος εἰς διακονίαν, (I Timóteo 1, 12)

  • τὸ πρότερον ὄντα βλάσφημον καὶ διώκτην καὶ ὑβριστήν· ἀλλὰ ἠλεήθην, ὅτι ἀγνοῶν ἐποίησα ἐν ἀπιστίᾳ, (I Timóteo 1, 13)

  • ὑπερεπλεόνασεν δὲ ἡ χάρις τοῦ κυρίου ἡμῶν μετὰ πίστεως καὶ ἀγάπης τῆς ἐν χριστῶ ἰησοῦ. (I Timóteo 1, 14)

  • πιστὸς ὁ λόγος καὶ πάσης ἀποδοχῆς ἄξιος, ὅτι χριστὸς ἰησοῦς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι· ὧν πρῶτός εἰμι ἐγώ, (I Timóteo 1, 15)

  • ἀλλὰ διὰ τοῦτο ἠλεήθην, ἵνα ἐν ἐμοὶ πρώτῳ ἐνδείξηται χριστὸς ἰησοῦς τὴν ἅπασαν μακροθυμίαν, πρὸς ὑποτύπωσιν τῶν μελλόντων πιστεύειν ἐπ᾽ αὐτῶ εἰς ζωὴν αἰώνιον. (I Timóteo 1, 16)

  • τῶ δὲ βασιλεῖ τῶν αἰώνων, ἀφθάρτῳ, ἀοράτῳ, μόνῳ θεῶ, τιμὴ καὶ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν. (I Timóteo 1, 17)


"O amor nada mais é do que o brilho de Deus nos homens". São Padre Pio de Pietrelcina