Mosaico decorativo

Trouvé 31964 Résultats pour: Ἡ

  • καὶ ἐλθὼν πρὸς ἡμᾶς καὶ ἄρας τὴν ζώνην τοῦ παύλου δήσας ἑαυτοῦ τοὺς πόδας καὶ τὰς χεῖρας εἶπεν, τάδε λέγει τὸ πνεῦμα τὸ ἅγιον, τὸν ἄνδρα οὖ ἐστιν ἡ ζώνη αὕτη οὕτως δήσουσιν ἐν ἰερουσαλὴμ οἱ ἰουδαῖοι καὶ παραδώσουσιν εἰς χεῖρας ἐθνῶν. (Atos dos Apóstolos 21, 11)

  • ὡς δὲ ἠκούσαμεν ταῦτα, παρεκαλοῦμεν ἡμεῖς τε καὶ οἱ ἐντόπιοι τοῦ μὴ ἀναβαίνειν αὐτὸν εἰς ἰερουσαλήμ. (Atos dos Apóstolos 21, 12)

  • τότε ἀπεκρίθη ὁ παῦλος, τί ποιεῖτε κλαίοντες καὶ συνθρύπτοντές μου τὴν καρδίαν; ἐγὼ γὰρ οὐ μόνον δεθῆναι ἀλλὰ καὶ ἀποθανεῖν εἰς ἰερουσαλὴμ ἑτοίμως ἔχω ὑπὲρ τοῦ ὀνόματος τοῦ κυρίου ἰησοῦ. (Atos dos Apóstolos 21, 13)

  • μὴ πειθομένου δὲ αὐτοῦ ἡσυχάσαμεν εἰπόντες, τοῦ κυρίου τὸ θέλημα γινέσθω. (Atos dos Apóstolos 21, 14)

  • μετὰ δὲ τὰς ἡμέρας ταύτας ἐπισκευασάμενοι ἀνεβαίνομεν εἰς ἱεροσόλυμα· (Atos dos Apóstolos 21, 15)

  • συνῆλθον δὲ καὶ τῶν μαθητῶν ἀπὸ καισαρείας σὺν ἡμῖν, ἄγοντες παρ᾽ ᾧ ξενισθῶμεν μνάσωνί τινι κυπρίῳ, ἀρχαίῳ μαθητῇ. (Atos dos Apóstolos 21, 16)

  • γενομένων δὲ ἡμῶν εἰς ἱεροσόλυμα ἀσμένως ἀπεδέξαντο ἡμᾶς οἱ ἀδελφοί. (Atos dos Apóstolos 21, 17)

  • τῇ δὲ ἐπιούσῃ εἰσῄει ὁ παῦλος σὺν ἡμῖν πρὸς ἰάκωβον, πάντες τε παρεγένοντο οἱ πρεσβύτεροι. (Atos dos Apóstolos 21, 18)

  • καὶ ἀσπασάμενος αὐτοὺς ἐξηγεῖτο καθ᾽ ἓν ἕκαστον ὧν ἐποίησεν ὁ θεὸς ἐν τοῖς ἔθνεσιν διὰ τῆς διακονίας αὐτοῦ. (Atos dos Apóstolos 21, 19)

  • οἱ δὲ ἀκούσαντες ἐδόξαζον τὸν θεόν, εἶπόν τε αὐτῶ, θεωρεῖς, ἀδελφέ, πόσαι μυριάδες εἰσὶν ἐν τοῖς ἰουδαίοις τῶν πεπιστευκότων, καὶ πάντες ζηλωταὶ τοῦ νόμου ὑπάρχουσιν· (Atos dos Apóstolos 21, 20)

  • κατηχήθησαν δὲ περὶ σοῦ ὅτι ἀποστασίαν διδάσκεις ἀπὸ μωϊσέως τοὺς κατὰ τὰ ἔθνη πάντας ἰουδαίους, λέγων μὴ περιτέμνειν αὐτοὺς τὰ τέκνα μηδὲ τοῖς ἔθεσιν περιπατεῖν. (Atos dos Apóstolos 21, 21)

  • τί οὗν ἐστιν; πάντως ἀκούσονται ὅτι ἐλήλυθας. (Atos dos Apóstolos 21, 22)


"Tente percorrer com toda a simplicidade o caminho de Nosso Senhor e não se aflija inutilmente." São Padre Pio de Pietrelcina