Trouvé 31964 Résultats pour: Ἡ
καὶ πάλιν ἑτέρα γραφὴ λέγει, ὄψονται εἰς ὃν ἐξεκέντησαν. (São João 19, 37)
μετὰ δὲ ταῦτα ἠρώτησεν τὸν πιλᾶτον ἰωσὴφ [ὁ] ἀπὸ ἁριμαθαίας, ὢν μαθητὴς τοῦ ἰησοῦ κεκρυμμένος δὲ διὰ τὸν φόβον τῶν ἰουδαίων, ἵνα ἄρῃ τὸ σῶμα τοῦ ἰησοῦ· καὶ ἐπέτρεψεν ὁ πιλᾶτος. ἦλθεν οὗν καὶ ἦρεν τὸ σῶμα αὐτοῦ. (São João 19, 38)
ἦλθεν δὲ καὶ νικόδημος, ὁ ἐλθὼν πρὸς αὐτὸν νυκτὸς τὸ πρῶτον, φέρων μίγμα σμύρνης καὶ ἀλόης ὡς λίτρας ἑκατόν. (São João 19, 39)
ἔλαβον οὗν τὸ σῶμα τοῦ ἰησοῦ καὶ ἔδησαν αὐτὸ ὀθονίοις μετὰ τῶν ἀρωμάτων, καθὼς ἔθος ἐστὶν τοῖς ἰουδαίοις ἐνταφιάζειν. (São João 19, 40)
ἦν δὲ ἐν τῶ τόπῳ ὅπου ἐσταυρώθη κῆπος, καὶ ἐν τῶ κήπῳ μνημεῖον καινὸν ἐν ᾧ οὐδέπω οὐδεὶς ἦν τεθειμένος· (São João 19, 41)
ἐκεῖ οὗν διὰ τὴν παρασκευὴν τῶν ἰουδαίων, ὅτι ἐγγὺς ἦν τὸ μνημεῖον, ἔθηκαν τὸν ἰησοῦν. (São João 19, 42)
τῇ δὲ μιᾷ τῶν σαββάτων μαρία ἡ μαγδαληνὴ ἔρχεται πρωῒ σκοτίας ἔτι οὔσης εἰς τὸ μνημεῖον, καὶ βλέπει τὸν λίθον ἠρμένον ἐκ τοῦ μνημείου. (São João 20, 1)
τρέχει οὗν καὶ ἔρχεται πρὸς σίμωνα πέτρον καὶ πρὸς τὸν ἄλλον μαθητὴν ὃν ἐφίλει ὁ ἰησοῦς, καὶ λέγει αὐτοῖς, ἦραν τὸν κύριον ἐκ τοῦ μνημείου, καὶ οὐκ οἴδαμεν ποῦ ἔθηκαν αὐτόν. (São João 20, 2)
ἐξῆλθεν οὗν ὁ πέτρος καὶ ὁ ἄλλος μαθητής, καὶ ἤρχοντο εἰς τὸ μνημεῖον. (São João 20, 3)
ἔτρεχον δὲ οἱ δύο ὁμοῦ· καὶ ὁ ἄλλος μαθητὴς προέδραμεν τάχιον τοῦ πέτρου καὶ ἦλθεν πρῶτος εἰς τὸ μνημεῖον, (São João 20, 4)
καὶ παρακύψας βλέπει κείμενα τὰ ὀθόνια, οὐ μέντοι εἰσῆλθεν. (São João 20, 5)
ἔρχεται οὗν καὶ σίμων πέτρος ἀκολουθῶν αὐτῶ, καὶ εἰσῆλθεν εἰς τὸ μνημεῖον· καὶ θεωρεῖ τὰ ὀθόνια κείμενα, (São João 20, 6)