Trouvé 12438 Résultats pour: Ἐπ
υἱὲ ἀνθρώπου στήρισον τὸ πρόσωπόν σου ἐπὶ Φαραω βασιλέα Αἰγύπτου καὶ προφήτευσον ἐπ’ αὐτὸν καὶ ἐπ’ Αἴγυπτον ὅλην (Ezequiel 29, 2)
καὶ εἰπόν τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐπὶ Φαραω τὸν δράκοντα τὸν μέγαν τὸν ἐγκαθήμενον ἐν μέσῳ ποταμῶν αὐτοῦ τὸν λέγοντα ἐμοί εἰσιν οἱ ποταμοί καὶ ἐγὼ ἐποίησα αὐτούς (Ezequiel 29, 3)
καὶ καταβαλῶ σε ἐν τάχει καὶ πάντας τοὺς ἰχθύας τοῦ ποταμοῦ σου ἐπὶ πρόσωπον τοῦ πεδίου πεσῇ καὶ οὐ μὴ συναχθῇς καὶ οὐ μὴ περισταλῇς τοῖς θηρίοις τῆς γῆς καὶ τοῖς πετεινοῖς τοῦ οὐρανοῦ δέδωκά σε εἰς κατάβρωμα (Ezequiel 29, 5)
ὅτε ἐπελάβοντό σου τῇ χειρὶ αὐτῶν ἐθλάσθης καὶ ὅτε ἐπεκράτησεν ἐπ’ αὐτοὺς πᾶσα χεὶρ καὶ ὅτε ἐπανεπαύσαντο ἐπὶ σέ συνετρίβης καὶ συνέκλασας αὐτῶν πᾶσαν ὀσφύν (Ezequiel 29, 7)
διὰ τοῦτο τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ σὲ ῥομφαίαν καὶ ἀπολῶ ἀνθρώπους ἀπὸ σοῦ καὶ κτήνη (Ezequiel 29, 8)
καὶ ἔσται ἡ γῆ Αἰγύπτου ἀπώλεια καὶ ἔρημος καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος ἀντὶ τοῦ λέγειν σε οἱ ποταμοὶ ἐμοί εἰσιν καὶ ἐγὼ ἐποίησα αὐτούς (Ezequiel 29, 9)
διὰ τοῦτο ἰδοὺ ἐγὼ ἐπὶ σὲ καὶ ἐπὶ πάντας τοὺς ποταμούς σου καὶ δώσω γῆν Αἰγύπτου εἰς ἔρημον καὶ ῥομφαίαν καὶ ἀπώλειαν ἀπὸ Μαγδώλου καὶ Συήνης καὶ ἕως ὁρίων Αἰθιόπων (Ezequiel 29, 10)
παρὰ πάσας τὰς ἀρχάς οὐ μὴ ὑψωθῇ ἔτι ἐπὶ τὰ ἔθνη καὶ ὀλιγοστοὺς αὐτοὺς ποιήσω τοῦ μὴ εἶναι αὐτοὺς πλείονας ἐν τοῖς ἔθνεσιν (Ezequiel 29, 15)
υἱὲ ἀνθρώπου Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος κατεδουλώσατο αὐτοῦ τὴν δύναμιν δουλείᾳ μεγάλῃ ἐπὶ Τύρου πᾶσα κεφαλὴ φαλακρὰ καὶ πᾶς ὦμος μαδῶν καὶ μισθὸς οὐκ ἐγενήθη αὐτῷ καὶ τῇ δυνάμει αὐτοῦ ἐπὶ Τύρου καὶ τῆς δουλείας ἧς ἐδούλευσαν ἐπ’ αὐτήν (Ezequiel 29, 18)
ἀντὶ τῆς λειτουργίας αὐτοῦ ἧς ἐδούλευσεν ἐπὶ Τύρον δέδωκα αὐτῷ γῆν Αἰγύπτου τάδε λέγει κύριος κύριος (Ezequiel 29, 20)
καὶ ἥξει μάχαιρα ἐπ’ Αἰγυπτίους καὶ ἔσται ταραχὴ ἐν τῇ Αἰθιοπίᾳ καὶ πεσοῦνται τετραυματισμένοι ἐν Αἰγύπτῳ καὶ συμπεσεῖται αὐτῆς τὰ θεμέλια (Ezequiel 30, 4)
Πέρσαι καὶ Κρῆτες καὶ Λυδοὶ καὶ Λίβυες καὶ πάντες οἱ ἐπίμικτοι καὶ τῶν υἱῶν τῆς διαθήκης μου μαχαίρᾳ πεσοῦνται ἐν αὐτῇ (Ezequiel 30, 5)