Trouvé 24028 Résultats pour: Ἐν
καὶ ἐπεὶ οἱ πατέρες ἡμῶν παραπικράναντες ἥμαρτον εἰς τὸν κύριον τοῦ Ισραηλ τὸν οὐράνιον παρέδωκεν αὐτοὺς εἰς χεῖρας Ναβουχοδονοσορ βασιλέως Βαβυλῶνος βασιλέως τῶν Χαλδαίων (Esdras 6, 14)
τόν τε οἶκον καθελόντες ἐνεπύρισαν καὶ τὸν λαὸν ᾐχμαλώτευσαν εἰς Βαβυλῶνα (Esdras 6, 15)
ἐν δὲ τῷ πρώτῳ ἔτει βασιλεύοντος Κύρου χώρας Βαβυλωνίας ἔγραψεν ὁ βασιλεὺς Κῦρος οἰκοδομῆσαι τὸν οἶκον τοῦτον (Esdras 6, 16)
καὶ τὰ ἱερὰ σκεύη τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ ἃ ἐξήνεγκεν Ναβουχοδονοσορ ἐκ τοῦ οἴκου τοῦ ἐν Ιερουσαλημ καὶ ἀπηρείσατο αὐτὰ ἐν τῷ ἑαυτοῦ ναῷ πάλιν ἐξήνεγκεν αὐτὰ Κῦρος ὁ βασιλεὺς ἐκ τοῦ ναοῦ τοῦ ἐν Βαβυλῶνι καὶ παρεδόθη Ζοροβαβελ καὶ Σαναβασσάρῳ τῷ ἐπάρχῳ (Esdras 6, 17)
καὶ ἐπετάγη αὐτῷ ἀπενέγκαντι πάντα τὰ σκεύη ταῦτα ἀποθεῖναι ἐν τῷ ναῷ τῷ ἐν Ιερουσαλημ καὶ τὸν ναὸν τοῦ κυρίου τοῦτον οἰκοδομηθῆναι ἐπὶ τοῦ τόπου (Esdras 6, 18)
τότε ὁ Σαναβάσσαρος ἐκεῖνος παραγενόμενος ἐνεβάλετο τοὺς θεμελίους τοῦ οἴκου κυρίου τοῦ ἐν Ιερουσαλημ καὶ ἀπ’ ἐκείνου μέχρι τοῦ νῦν οἰκοδομούμενος οὐκ ἔλαβεν συντέλειαν (Esdras 6, 19)
νῦν οὖν εἰ κρίνεται βασιλεῦ ἐπισκεπήτω ἐν τοῖς βασιλικοῖς βιβλιοφυλακίοις τοῦ κυρίου βασιλέως τοῖς ἐν Βαβυλῶνι (Esdras 6, 20)
καὶ ἐὰν εὑρίσκηται μετὰ τῆς γνώμης Κύρου τοῦ βασιλέως γενομένην τὴν οἰκοδομὴν τοῦ οἴκου κυρίου τοῦ ἐν Ιερουσαλημ καὶ κρίνηται τῷ κυρίῳ βασιλεῖ ἡμῶν προσφωνησάτω ἡμῖν περὶ τούτων (Esdras 6, 21)
τότε ὁ βασιλεὺς Δαρεῖος προσέταξεν ἐπισκέψασθαι ἐν τοῖς βασιλικοῖς βιβλιοφυλακίοις τοῖς κειμένοις ἐν Βαβυλῶνι καὶ εὑρέθη ἐν Ἐκβατάνοις τῇ βάρει τῇ ἐν Μηδίᾳ χώρᾳ τόμος εἷς ἐν ᾧ ὑπεμνημάτιστο τάδε (Esdras 6, 22)
ἔτους πρώτου βασιλεύοντος Κύρου βασιλεὺς Κῦρος προσέταξεν τὸν οἶκον τοῦ κυρίου τὸν ἐν Ιερουσαλημ οἰκοδομῆσαι ὅπου ἐπιθύουσιν διὰ πυρὸς ἐνδελεχοῦς (Esdras 6, 23)
οὗ τὸ ὕψος πήχεων ἑξήκοντα πλάτος πήχεων ἑξήκοντα διὰ δόμων λιθίνων ξυστῶν τριῶν καὶ δόμου ξυλίνου ἐγχωρίου καινοῦ ἑνός καὶ τὸ δαπάνημα δοθῆναι ἐκ τοῦ οἴκου Κύρου τοῦ βασιλέως (Esdras 6, 24)
καὶ τὰ ἱερὰ σκεύη τοῦ οἴκου κυρίου τά τε χρυσᾶ καὶ τὰ ἀργυρᾶ ἃ ἐξήνεγκεν Ναβουχοδονοσορ ἐκ τοῦ οἴκου τοῦ ἐν Ιερουσαλημ καὶ ἀπήνεγκεν εἰς Βαβυλῶνα ἀποκατασταθῆναι εἰς τὸν οἶκον τὸν ἐν Ιερουσαλημ οὗ ἦν κείμενα ὅπως τεθῇ ἐκεῖ (Esdras 6, 25)