Trouvé 24028 Résultats pour: Ἐν
ἀντιτασσομένων δὲ αὐτῶν καὶ βλασφημούντων ἐκτιναξάμενος τὰ ἱμάτια εἶπεν πρὸς αὐτούς, τὸ αἷμα ὑμῶν ἐπὶ τὴν κεφαλὴν ὑμῶν· καθαρὸς ἐγώ· ἀπὸ τοῦ νῦν εἰς τὰ ἔθνη πορεύσομαι. (Atos dos Apóstolos 18, 6)
καὶ μεταβὰς ἐκεῖθεν εἰσῆλθεν εἰς οἰκίαν τινὸς ὀνόματι τιτίου ἰούστου σεβομένου τὸν θεόν, οὖ ἡ οἰκία ἦν συνομοροῦσα τῇ συναγωγῇ. (Atos dos Apóstolos 18, 7)
κρίσπος δὲ ὁ ἀρχισυνάγωγος ἐπίστευσεν τῶ κυρίῳ σὺν ὅλῳ τῶ οἴκῳ αὐτοῦ, καὶ πολλοὶ τῶν κορινθίων ἀκούοντες ἐπίστευον καὶ ἐβαπτίζοντο. (Atos dos Apóstolos 18, 8)
εἶπεν δὲ ὁ κύριος ἐν νυκτὶ δι᾽ ὁράματος τῶ παύλῳ, μὴ φοβοῦ, ἀλλὰ λάλει καὶ μὴ σιωπήσῃς, (Atos dos Apóstolos 18, 9)
διότι ἐγώ εἰμι μετὰ σοῦ καὶ οὐδεὶς ἐπιθήσεταί σοι τοῦ κακῶσαί σε, διότι λαός ἐστί μοι πολὺς ἐν τῇ πόλει ταύτῃ. (Atos dos Apóstolos 18, 10)
ἐκάθισεν δὲ ἐνιαυτὸν καὶ μῆνας ἓξ διδάσκων ἐν αὐτοῖς τὸν λόγον τοῦ θεοῦ. (Atos dos Apóstolos 18, 11)
μέλλοντος δὲ τοῦ παύλου ἀνοίγειν τὸ στόμα εἶπεν ὁ γαλλίων πρὸς τοὺς ἰουδαίους, εἰ μὲν ἦν ἀδίκημά τι ἢ ῥᾳδιούργημα πονηρόν, ὦ ἰουδαῖοι, κατὰ λόγον ἂν ἀνεσχόμην ὑμῶν· (Atos dos Apóstolos 18, 14)
καὶ ἀπήλασεν αὐτοὺς ἀπὸ τοῦ βήματος. (Atos dos Apóstolos 18, 16)
ἐπιλαβόμενοι δὲ πάντες σωσθένην τὸν ἀρχισυνάγωγον ἔτυπτον ἔμπροσθεν τοῦ βήματος· καὶ οὐδὲν τούτων τῶ γαλλίωνι ἔμελεν. (Atos dos Apóstolos 18, 17)
ὁ δὲ παῦλος ἔτι προσμείνας ἡμέρας ἱκανὰς τοῖς ἀδελφοῖς ἀποταξάμενος ἐξέπλει εἰς τὴν συρίαν, καὶ σὺν αὐτῶ πρίσκιλλα καὶ ἀκύλας, κειράμενος ἐν κεγχρεαῖς τὴν κεφαλήν, εἶχεν γὰρ εὐχήν. (Atos dos Apóstolos 18, 18)
κατήντησαν δὲ εἰς ἔφεσον, κἀκείνους κατέλιπεν αὐτοῦ, αὐτὸς δὲ εἰσελθὼν εἰς τὴν συναγωγὴν διελέξατο τοῖς ἰουδαίοις. (Atos dos Apóstolos 18, 19)
ἐρωτώντων δὲ αὐτῶν ἐπὶ πλείονα χρόνον μεῖναι οὐκ ἐπένευσεν, (Atos dos Apóstolos 18, 20)