Mosaico decorativo

Trouvé 24028 Résultats pour: Ἐν

  • ὅτι ὡς δάμαλις παροιστρῶσα παροίστρησεν Ισραηλ νῦν νεμήσει αὐτοὺς κύριος ὡς ἀμνὸν ἐν εὐρυχώρῳ (Oséias 4, 16)

  • μέτοχος εἰδώλων Εφραιμ ἔθηκεν ἑαυτῷ σκάνδαλα (Oséias 4, 17)

  • ᾑρέτισεν Χαναναίους πορνεύοντες ἐξεπόρνευσαν ἠγάπησαν ἀτιμίαν ἐκ φρυάγματος αὐτῶν (Oséias 4, 18)

  • συστροφὴ πνεύματος σὺ εἶ ἐν ταῖς πτέρυξιν αὐτῆς καὶ καταισχυνθήσονται ἐκ τῶν θυσιαστηρίων αὐτῶν (Oséias 4, 19)

  • ἀκούσατε ταῦτα οἱ ἱερεῖς καὶ προσέχετε οἶκος Ισραηλ καὶ ὁ οἶκος τοῦ βασιλέως ἐνωτίζεσθε διότι πρὸς ὑμᾶς ἐστιν τὸ κρίμα ὅτι παγὶς ἐγενήθητε τῇ σκοπιᾷ καὶ ὡς δίκτυον ἐκτεταμένον ἐπὶ τὸ ἰταβύριον (Oséias 5, 1)

  • ἐγὼ ἔγνων τὸν Εφραιμ καὶ Ισραηλ οὐκ ἄπεστιν ἀπ’ ἐμοῦ διότι νῦν ἐξεπόρνευσεν Εφραιμ ἐμιάνθη Ισραηλ (Oséias 5, 3)

  • οὐκ ἔδωκαν τὰ διαβούλια αὐτῶν τοῦ ἐπιστρέψαι πρὸς τὸν θεὸν αὐτῶν ὅτι πνεῦμα πορνείας ἐν αὐτοῖς ἐστιν τὸν δὲ κύριον οὐκ ἐπέγνωσαν (Oséias 5, 4)

  • καὶ ταπεινωθήσεται ἡ ὕβρις τοῦ Ισραηλ εἰς πρόσωπον αὐτοῦ καὶ Ισραηλ καὶ Εφραιμ ἀσθενήσουσιν ἐν ταῖς ἀδικίαις αὐτῶν καὶ ἀσθενήσει καὶ Ιουδας μετ’ αὐτῶν (Oséias 5, 5)

  • μετὰ προβάτων καὶ μόσχων πορεύσονται τοῦ ἐκζητῆσαι τὸν κύριον καὶ οὐ μὴ εὕρωσιν αὐτόν ὅτι ἐξέκλινεν ἀπ’ αὐτῶν (Oséias 5, 6)

  • ὅτι τὸν κύριον ἐγκατέλιπον ὅτι τέκνα ἀλλότρια ἐγεννήθησαν αὐτοῖς νῦν καταφάγεται αὐτοὺς ἡ ἐρυσίβη καὶ τοὺς κλήρους αὐτῶν (Oséias 5, 7)

  • σαλπίσατε σάλπιγγι ἐπὶ τοὺς βουνούς ἠχήσατε ἐπὶ τῶν ὑψηλῶν κηρύξατε ἐν τῷ οἴκῳ Ων ἐξέστη Βενιαμιν (Oséias 5, 8)

  • Εφραιμ εἰς ἀφανισμὸν ἐγένετο ἐν ἡμέραις ἐλέγχου ἐν ταῖς φυλαῖς τοῦ Ισραηλ ἔδειξα πιστά (Oséias 5, 9)


"Mesmo a menor transgressão às leis de Deus será levada em conta." São Padre Pio de Pietrelcina