Trouvé 1464 Résultats pour: μετα-εξόρμωση της κοινωνίας
μετὰ τὸ πατάξαι Σηων βασιλέα Αμορραίων τὸν κατοικήσαντα ἐν Εσεβων καὶ Ωγ βασιλέα τῆς Βασαν τὸν κατοικήσαντα ἐν Ασταρωθ καὶ ἐν Εδραϊν (Deuteronômio 1, 4)
ὁ γὰρ κύριος ὁ θεὸς ἡμῶν εὐλόγησέν σε ἐν παντὶ ἔργῳ τῶν χειρῶν σου διάγνωθι πῶς διῆλθες τὴν ἔρημον τὴν μεγάλην καὶ τὴν φοβερὰν ἐκείνην ἰδοὺ τεσσαράκοντα ἔτη κύριος ὁ θεός σου μετὰ σοῦ οὐκ ἐπεδεήθης ῥήματος (Deuteronômio 2, 7)
καὶ φυλάξῃ τὰ δικαιώματα αὐτοῦ καὶ τὰς ἐντολὰς αὐτοῦ ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον ἵνα εὖ σοι γένηται καὶ τοῖς υἱοῖς σου μετὰ σέ ὅπως μακροήμεροι γένησθε ἐπὶ τῆς γῆς ἧς κύριος ὁ θεός σου δίδωσίν σοι πάσας τὰς ἡμέρας (Deuteronômio 4, 40)
γῆ ἐφ’ ἧς οὐ μετὰ πτωχείας φάγῃ τὸν ἄρτον σου καὶ οὐκ ἐνδεηθήσῃ οὐδὲν ἐπ’ αὐτῆς γῆ ἧς οἱ λίθοι σίδηρος καὶ ἐκ τῶν ὀρέων αὐτῆς μεταλλεύσεις χαλκόν (Deuteronômio 8, 9)
καὶ διαβήσεσθε τὸν Ιορδάνην καὶ κατοικήσετε ἐπὶ τῆς γῆς ἧς κύριος ὁ θεὸς ὑμῶν κατακληρονομεῖ ὑμῖν καὶ καταπαύσει ὑμᾶς ἀπὸ πάντων τῶν ἐχθρῶν ὑμῶν τῶν κύκλῳ καὶ κατοικήσετε μετὰ ἀσφαλείας (Deuteronômio 12, 10)
πρόσεχε ἰσχυρῶς τοῦ μὴ φαγεῖν αἷμα ὅτι τὸ αἷμα αὐτοῦ ψυχή οὐ βρωθήσεται ἡ ψυχὴ μετὰ τῶν κρεῶν (Deuteronômio 12, 23)
οὐ φάγῃ αὐτό ἵνα εὖ σοι γένηται καὶ τοῖς υἱοῖς σου μετὰ σέ ἐὰν ποιήσῃς τὸ καλὸν καὶ τὸ ἀρεστὸν ἐναντίον κυρίου τοῦ θεοῦ σου (Deuteronômio 12, 25)
πρόσεχε σεαυτῷ μὴ ἐκζητήσῃς ἐπακολουθῆσαι αὐτοῖς μετὰ τὸ ἐξολεθρευθῆναι αὐτοὺς ἀπὸ προσώπου σου οὐ μὴ ἐκζητήσῃς τοὺς θεοὺς αὐτῶν λέγων πῶς ποιοῦσιν τὰ ἔθνη ταῦτα τοῖς θεοῖς αὐτῶν ποιήσω κἀγώ (Deuteronômio 12, 30)
καὶ ὁ Λευίτης ὁ ἐν ταῖς πόλεσίν σου ὅτι οὐκ ἔστιν αὐτῷ μερὶς οὐδὲ κλῆρος μετὰ σοῦ (Deuteronômio 14, 27)
μετὰ τρία ἔτη ἐξοίσεις πᾶν τὸ ἐπιδέκατον τῶν γενημάτων σου ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ θήσεις αὐτὸ ἐν ταῖς πόλεσίν σου (Deuteronômio 14, 28)
καὶ ἐλεύσεται ὁ λευίτης ὅτι οὐκ ἔστιν αὐτῷ μερὶς οὐδὲ κλῆρος μετὰ σοῦ καὶ ὁ προσήλυτος καὶ ὁ ὀρφανὸς καὶ ἡ χήρα ἡ ἐν ταῖς πόλεσίν σου καὶ φάγονται καὶ ἐμπλησθήσονται ἵνα εὐλογήσῃ σε κύριος ὁ θεός σου ἐν πᾶσιν τοῖς ἔργοις οἷς ἐὰν ποιῇς (Deuteronômio 14, 29)
οὐκ ἔσται τοῖς ἱερεῦσιν τοῖς Λευίταις ὅλῃ φυλῇ Λευι μερὶς οὐδὲ κλῆρος μετὰ Ισραηλ καρπώματα κυρίου ὁ κλῆρος αὐτῶν φάγονται αὐτά (Deuteronômio 18, 1)