Mosaico decorativo

Trouvé 2876 Résultats pour: ιστορία του λαού του Ισραήλ

  • ἐν τῷ ἐνιαυτῷ τῷ τετάρτῳ καὶ εἰκοστῷ τοῦ Ιεροβοαμ βασιλέως Ισραηλ βασιλεύει Ασα ἐπὶ Ιουδαν (I Reis 15, 9)

  • καὶ πόλεμος ἦν ἀνὰ μέσον Ασα καὶ ἀνὰ μέσον Βαασα βασιλέως Ισραηλ πάσας τὰς ἡμέρας (I Reis 15, 16)

  • καὶ ἀνέβη Βαασα βασιλεὺς Ισραηλ ἐπὶ Ιουδαν καὶ ᾠκοδόμησεν τὴν Ραμα τοῦ μὴ εἶναι ἐκπορευόμενον καὶ εἰσπορευόμενον τῷ Ασα βασιλεῖ Ιουδα (I Reis 15, 17)

  • διάθου διαθήκην ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον τοῦ πατρός μου καὶ τοῦ πατρός σου ἰδοὺ ἐξαπέσταλκά σοι δῶρα ἀργύριον καὶ χρυσίον δεῦρο διασκέδασον τὴν διαθήκην σου τὴν πρὸς Βαασα βασιλέα Ισραηλ καὶ ἀναβήσεται ἀπ’ ἐμοῦ (I Reis 15, 19)

  • καὶ ἤκουσεν υἱὸς Αδερ τοῦ βασιλέως Ασα καὶ ἀπέστειλεν τοὺς ἄρχοντας τῶν δυνάμεων τῶν αὐτοῦ ταῖς πόλεσιν τοῦ Ισραηλ καὶ ἐπάταξεν τὴν Αιν καὶ τὴν Δαν καὶ τὴν Αβελμαα καὶ πᾶσαν τὴν Χεζραθ ἕως πάσης τῆς γῆς Νεφθαλι (I Reis 15, 20)

  • καὶ Ναδαβ υἱὸς Ιεροβοαμ βασιλεύει ἐπὶ Ισραηλ ἐν ἔτει δευτέρῳ τοῦ Ασα βασιλέως Ιουδα καὶ ἐβασίλευσεν ἐπὶ Ισραηλ ἔτη δύο (I Reis 15, 25)

  • καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ ἐπορεύθη ἐν ὁδῷ τοῦ πατρὸς αὐτοῦ καὶ ἐν ταῖς ἁμαρτίαις αὐτοῦ αἷς ἐξήμαρτεν τὸν Ισραηλ (I Reis 15, 26)

  • καὶ περιεκάθισεν αὐτὸν Βαασα υἱὸς Αχια ἐπὶ τὸν οἶκον Βελααν καὶ ἐπάταξεν αὐτὸν ἐν Γαβαθων τῇ τῶν ἀλλοφύλων καὶ Ναδαβ καὶ πᾶς Ισραηλ περιεκάθητο ἐπὶ Γαβαθων (I Reis 15, 27)

  • περὶ τῶν ἁμαρτιῶν Ιεροβοαμ ὡς ἐξήμαρτεν τὸν Ισραηλ καὶ ἐν τῷ παροργισμῷ αὐτοῦ ᾧ παρώργισεν τὸν κύριον θεὸν τοῦ Ισραηλ (I Reis 15, 30)

  • καὶ τὰ λοιπὰ τῶν λόγων Ναδαβ καὶ πάντα ἃ ἐποίησεν οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐστὶν ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ισραηλ (I Reis 15, 31)

  • καὶ ἐν τῷ ἔτει τῷ τρίτῳ τοῦ Ασα βασιλέως Ιουδα βασιλεύει Βαασα υἱὸς Αχια ἐπὶ Ισραηλ ἐν Θερσα εἴκοσι καὶ τέσσαρα ἔτη (I Reis 15, 33)

  • καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ ἐπορεύθη ἐν ὁδῷ Ιεροβοαμ υἱοῦ Ναβατ καὶ ἐν ταῖς ἁμαρτίαις αὐτοῦ ὡς ἐξήμαρτεν τὸν Ισραηλ (I Reis 15, 34)


"Seja modesto no olhar." São Padre Pio de Pietrelcina