Mosaico decorativo

Trouvé 3466 Résultats pour: θεός του Ισραήλ

  • καὶ ἐπάταξεν αὐτὸν Ισραηλ φόνῳ μαχαίρης καὶ κατεκυρίευσαν τῆς γῆς αὐτοῦ ἀπὸ Αρνων ἕως Ιαβοκ ἕως υἱῶν Αμμαν ὅτι Ιαζηρ ὅρια υἱῶν Αμμων ἐστίν (Números 21, 24)

  • καὶ ἔλαβεν Ισραηλ πάσας τὰς πόλεις ταύτας καὶ κατῴκησεν Ισραηλ ἐν πάσαις ταῖς πόλεσιν τῶν Αμορραίων ἐν Εσεβων καὶ ἐν πάσαις ταῖς συγκυρούσαις αὐτῇ (Números 21, 25)

  • κατῴκησεν δὲ Ισραηλ ἐν πάσαις ταῖς πόλεσιν τῶν Αμορραίων (Números 21, 31)

  • καὶ ἀπάραντες οἱ υἱοὶ Ισραηλ παρενέβαλον ἐπὶ δυσμῶν Μωαβ παρὰ τὸν Ιορδάνην κατὰ Ιεριχω (Números 22, 1)

  • καὶ ἰδὼν Βαλακ υἱὸς Σεπφωρ πάντα ὅσα ἐποίησεν Ισραηλ τῷ Αμορραίῳ (Números 22, 2)

  • καὶ ἐφοβήθη Μωαβ τὸν λαὸν σφόδρα ὅτι πολλοὶ ἦσαν καὶ προσώχθισεν Μωαβ ἀπὸ προσώπου υἱῶν Ισραηλ (Números 22, 3)

  • καὶ ἦλθεν ὁ θεὸς πρὸς Βαλααμ καὶ εἶπεν αὐτῷ τί οἱ ἄνθρωποι οὗτοι παρὰ σοί (Números 22, 9)

  • καὶ εἶπεν ὁ θεὸς πρὸς Βαλααμ οὐ πορεύσῃ μετ’ αὐτῶν οὐδὲ καταράσῃ τὸν λαόν ἔστιν γὰρ εὐλογημένος (Números 22, 12)

  • καὶ ἀναστὰς Βαλααμ τὸ πρωὶ εἶπεν τοῖς ἄρχουσιν Βαλακ ἀποτρέχετε πρὸς τὸν κύριον ὑμῶν οὐκ ἀφίησίν με ὁ θεὸς πορεύεσθαι μεθ’ ὑμῶν (Números 22, 13)

  • καὶ ἦλθεν ὁ θεὸς πρὸς Βαλααμ νυκτὸς καὶ εἶπεν αὐτῷ εἰ καλέσαι σε πάρεισιν οἱ ἄνθρωποι οὗτοι ἀναστὰς ἀκολούθησον αὐτοῖς ἀλλὰ τὸ ῥῆμα ὃ ἂν λαλήσω πρὸς σέ τοῦτο ποιήσεις (Números 22, 20)

  • καὶ ὠργίσθη θυμῷ ὁ θεὸς ὅτι ἐπορεύθη αὐτός καὶ ἀνέστη ὁ ἄγγελος τοῦ θεοῦ ἐνδιαβάλλειν αὐτόν καὶ αὐτὸς ἐπιβεβήκει ἐπὶ τῆς ὄνου αὐτοῦ καὶ δύο παῖδες αὐτοῦ μετ’ αὐτοῦ (Números 22, 22)

  • καὶ ἤνοιξεν ὁ θεὸς τὸ στόμα τῆς ὄνου καὶ λέγει τῷ Βαλααμ τί ἐποίησά σοι ὅτι πέπαικάς με τοῦτο τρίτον (Números 22, 28)


"A mulher forte é a que tem temor de Deus e faz a vontade de Deus." São Padre Pio de Pietrelcina