Trouvé 3466 Résultats pour: θεός του Ισραήλ
οὐκ ἐχώρισαν τὸ ἔθνος τοῦ Ισραηλ καὶ οἱ ἄρχοντες καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται τὰ ἀλλογενῆ ἔθνη τῆς γῆς καὶ τὰς ἀκαθαρσίας αὐτῶν Χαναναίων καὶ Χετταίων καὶ Φερεζαίων καὶ Ιεβουσαίων καὶ Μωαβιτῶν καὶ Αἰγυπτίων καὶ Ιδουμαίων (Esdras 8, 66)
καὶ ἐπισυνήχθησαν πρός με ὅσοι ποτὲ ἐπεκινοῦντο τῷ ῥήματι κυρίου τοῦ Ισραηλ ἐμοῦ πενθοῦντος ἐπὶ τῇ ἀνομίᾳ καὶ ἐκαθήμην περίλυπος ἕως τῆς δειλινῆς θυσίας (Esdras 8, 69)
κύριε τοῦ Ισραηλ ἀληθινὸς εἶ κατελείφθημεν γὰρ ῥίζα ἐν τῇ σήμερον (Esdras 8, 86)
καὶ φωνήσας Ιεχονιας Ιεηλου τῶν υἱῶν Ισραηλ εἶπεν Εσδρα ἡμεῖς ἡμάρτομεν εἰς τὸν κύριον καὶ συνῳκίσαμεν γυναῖκας ἀλλογενεῖς ἐκ τῶν ἐθνῶν τῆς γῆς καὶ νῦν ἐστιν ἐλπὶς τῷ Ισραηλ (Esdras 8, 89)
καὶ ἀναστὰς Εσδρας ὥρκισεν τοὺς φυλάρχους τῶν ἱερέων καὶ Λευιτῶν παντὸς τοῦ Ισραηλ ποιῆσαι κατὰ ταῦτα καὶ ὤμοσαν (Esdras 8, 92)
καὶ ἀναστὰς Εσδρας εἶπεν αὐτοῖς ὑμεῖς ἠνομήσατε καὶ συνῳκίσατε γυναῖκας ἀλλογενεῖς τοῦ προσθεῖναι ἁμαρτίαν τῷ Ισραηλ (Esdras 9, 7)
ἐκ τοῦ Ισραηλ ἐκ τῶν υἱῶν Φορος Ιερμας καὶ Ιεζιας καὶ Μελχιας καὶ Μιαμινος καὶ Ελεαζαρος καὶ Ασιβιας καὶ Βανναιας (Esdras 9, 26)
καὶ κατῴκησαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ οἱ ἐκ τοῦ Ισραηλ ἐν Ιερουσαλημ καὶ ἐν τῇ χώρᾳ τῇ νουμηνίᾳ τοῦ ἑβδόμου μηνός καὶ οἱ υἱοὶ Ισραηλ ἐν ταῖς κατοικίαις αὐτῶν (Esdras 9, 37)
καὶ εἶπον Εσδρα τῷ ἀρχιερεῖ καὶ ἀναγνώστῃ κομίσαι τὸν νόμον Μωυσέως τὸν παραδοθέντα ὑπὸ τοῦ κυρίου θεοῦ Ισραηλ (Esdras 9, 39)
οὕτως εἶπεν Κῦρος βασιλεὺς Περσῶν πάσας τὰς βασιλείας τῆς γῆς ἔδωκέν μοι κύριος ὁ θεὸς τοῦ οὐρανοῦ καὶ αὐτὸς ἐπεσκέψατο ἐπ’ ἐμὲ τοῦ οἰκοδομῆσαι αὐτῷ οἶκον ἐν Ιερουσαλημ τῇ ἐν τῇ Ιουδαίᾳ (Neemias 1, 2)
τίς ἐν ὑμῖν ἀπὸ παντὸς τοῦ λαοῦ αὐτοῦ καὶ ἔσται ὁ θεὸς αὐτοῦ μετ’ αὐτοῦ καὶ ἀναβήσεται εἰς Ιερουσαλημ τὴν ἐν τῇ Ιουδαίᾳ καὶ οἰκοδομησάτω τὸν οἶκον θεοῦ Ισραηλ αὐτὸς ὁ θεὸς ὁ ἐν Ιερουσαλημ (Neemias 1, 3)
καὶ ἀνέστησαν ἄρχοντες τῶν πατριῶν τῷ Ιουδα καὶ Βενιαμιν καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται πάντων ὧν ἐξήγειρεν ὁ θεὸς τὸ πνεῦμα αὐτῶν τοῦ ἀναβῆναι οἰκοδομῆσαι τὸν οἶκον κυρίου τὸν ἐν Ιερουσαλημ (Neemias 1, 5)