Trouvé 845 Résultats pour: η καταστροφή της Ιερουσαλήμ
καὶ ἔσται πᾶς ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα κυρίου σωθήσεται ὅτι ἐν τῷ ὄρει Σιων καὶ ἐν Ιερουσαλημ ἔσται ἀνασῳζόμενος καθότι εἶπεν κύριος καὶ εὐαγγελιζόμενοι οὓς κύριος προσκέκληται (Joel 3, 5)
διότι ἰδοὺ ἐγὼ ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἐν τῷ καιρῷ ἐκείνῳ ὅταν ἐπιστρέψω τὴν αἰχμαλωσίαν Ιουδα καὶ Ιερουσαλημ (Joel 4, 1)
καὶ τοὺς υἱοὺς Ιουδα καὶ τοὺς υἱοὺς Ιερουσαλημ ἀπέδοσθε τοῖς υἱοῖς τῶν Ἑλλήνων ὅπως ἐξώσητε αὐτοὺς ἐκ τῶν ὁρίων αὐτῶν (Joel 4, 6)
ὁ δὲ κύριος ἐκ Σιων ἀνακεκράξεται καὶ ἐξ Ιερουσαλημ δώσει φωνὴν αὐτοῦ καὶ σεισθήσεται ὁ οὐρανὸς καὶ ἡ γῆ ὁ δὲ κύριος φείσεται τοῦ λαοῦ αὐτοῦ καὶ ἐνισχύσει κύριος τοὺς υἱοὺς Ισραηλ (Joel 4, 16)
καὶ ἐπιγνώσεσθε διότι ἐγὼ κύριος ὁ θεὸς ὑμῶν ὁ κατασκηνῶν ἐν Σιων ἐν ὄρει ἁγίῳ μου καὶ ἔσται Ιερουσαλημ πόλις ἁγία καὶ ἀλλογενεῖς οὐ διελεύσονται δι’ αὐτῆς οὐκέτι (Joel 4, 17)
ἡ δὲ Ιουδαία εἰς τὸν αἰῶνα κατοικηθήσεται καὶ Ιερουσαλημ εἰς γενεὰς γενεῶν (Joel 4, 20)
λόγοι Αμως οἳ ἐγένοντο ἐν νακκαριμ ἐκ Θεκουε οὓς εἶδεν ὑπὲρ Ιερουσαλημ ἐν ἡμέραις Οζιου βασιλέως Ιουδα καὶ ἐν ἡμέραις Ιεροβοαμ τοῦ Ιωας βασιλέως Ισραηλ πρὸ δύο ἐτῶν τοῦ σεισμοῦ (Amós 1, 1)
καὶ εἶπεν κύριος ἐκ Σιων ἐφθέγξατο καὶ ἐξ Ιερουσαλημ ἔδωκεν φωνὴν αὐτοῦ καὶ ἐπένθησαν αἱ νομαὶ τῶν ποιμένων καὶ ἐξηράνθη ἡ κορυφὴ τοῦ Καρμήλου (Amós 1, 2)
καὶ ἐξαποστελῶ πῦρ ἐπὶ Ιουδαν καὶ καταφάγεται θεμέλια Ιερουσαλημ (Amós 2, 5)
ἀφ’ ἧς ἡμέρας ἀντέστης ἐξ ἐναντίας ἐν ἡμέρᾳ αἰχμαλωτευόντων ἀλλογενῶν δύναμιν αὐτοῦ καὶ ἀλλότριοι εἰσῆλθον εἰς πύλας αὐτοῦ καὶ ἐπὶ Ιερουσαλημ ἔβαλον κλήρους καὶ σὺ ἦς ὡς εἷς ἐξ αὐτῶν (Abdias 1, 11)
καὶ τῆς μετοικεσίας ἡ ἀρχὴ αὕτη τοῖς υἱοῖς Ισραηλ γῆ τῶν Χαναναίων ἕως Σαρεπτων καὶ ἡ μετοικεσία Ιερουσαλημ ἕως Εφραθα καὶ κληρονομήσουσιν τὰς πόλεις τοῦ Ναγεβ (Abdias 1, 20)
καὶ ἐγένετο λόγος κυρίου πρὸς Μιχαιαν τὸν τοῦ Μωρασθι ἐν ἡμέραις Ιωαθαμ καὶ Αχαζ καὶ Εζεκιου βασιλέων Ιουδα ὑπὲρ ὧν εἶδεν περὶ Σαμαρείας καὶ περὶ Ιερουσαλημ (Miquéias 1, 1)