Mosaico decorativo

Trouvé 2546 Résultats pour: άνθρωποι του Ισραήλ

  • καὶ ἐκύκλωσαν τὸν Ιουδαν καὶ συνήγαγον τοὺς Λευίτας ἐκ πασῶν τῶν πόλεων Ιουδα καὶ ἄρχοντας πατριῶν τοῦ Ισραηλ καὶ ἦλθον εἰς Ιερουσαλημ (II Crônicas 23, 2)

  • καὶ συνήγαγεν τοὺς ἱερεῖς καὶ τοὺς Λευίτας καὶ εἶπεν αὐτοῖς ἐξέλθατε εἰς τὰς πόλεις Ιουδα καὶ συναγάγετε ἀπὸ παντὸς Ισραηλ ἀργύριον κατισχῦσαι τὸν οἶκον κυρίου ἐνιαυτὸν κατ’ ἐνιαυτὸν καὶ σπεύσατε λαλῆσαι καὶ οὐκ ἔσπευσαν οἱ Λευῖται (II Crônicas 24, 5)

  • καὶ ἐκάλεσεν ὁ βασιλεὺς Ιωας τὸν Ιωδαε τὸν ἄρχοντα καὶ εἶπεν αὐτῷ διὰ τί οὐκ ἐπεσκέψω περὶ τῶν Λευιτῶν τοῦ εἰσενέγκαι ἀπὸ Ιουδα καὶ Ιερουσαλημ τὸ κεκριμένον ὑπὸ Μωυσῆ ἀνθρώπου τοῦ θεοῦ ὅτε ἐξεκκλησίασεν τὸν Ισραηλ εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου (II Crônicas 24, 6)

  • καὶ κηρυξάτωσαν ἐν Ιουδα καὶ ἐν Ιερουσαλημ εἰσενέγκαι κυρίῳ καθὼς εἶπεν Μωυσῆς παῖς τοῦ θεοῦ ἐπὶ τὸν Ισραηλ ἐν τῇ ἐρήμῳ (II Crônicas 24, 9)

  • καὶ ἔθαψαν αὐτὸν ἐν πόλει Δαυιδ μετὰ τῶν βασιλέων ὅτι ἐποίησεν ἀγαθωσύνην μετὰ Ισραηλ καὶ μετὰ τοῦ θεοῦ καὶ τοῦ οἴκου αὐτοῦ (II Crônicas 24, 16)

  • καὶ ἐμισθώσατο ἀπὸ Ισραηλ ἑκατὸν χιλιάδας δυνατοὺς ἰσχύι ἑκατὸν ταλάντων ἀργυρίου (II Crônicas 25, 6)

  • καὶ ἄνθρωπος τοῦ θεοῦ ἦλθεν πρὸς αὐτὸν λέγων βασιλεῦ οὐ πορεύσεται μετὰ σοῦ δύναμις Ισραηλ ὅτι οὐκ ἔστιν κύριος μετὰ Ισραηλ πάντων τῶν υἱῶν Εφραιμ (II Crônicas 25, 7)

  • καὶ εἶπεν Αμασιας τῷ ἀνθρώπῳ τοῦ θεοῦ καὶ τί ποιήσω τὰ ἑκατὸν τάλαντα ἃ ἔδωκα τῇ δυνάμει Ισραηλ καὶ εἶπεν ὁ ἄνθρωπος τοῦ θεοῦ ἔστιν τῷ κυρίῳ δοῦναί σοι πλεῖστα τούτων (II Crônicas 25, 9)

  • καὶ ἐβουλεύσατο Αμασιας καὶ ἀπέστειλεν πρὸς Ιωας υἱὸν Ιωαχαζ υἱοῦ Ιου βασιλέα Ισραηλ λέγων δεῦρο ὀφθῶμεν προσώποις (II Crônicas 25, 17)

  • καὶ ἀπέστειλεν Ιωας βασιλεὺς Ισραηλ πρὸς Αμασιαν βασιλέα Ιουδα λέγων ὁ αχουχ ὁ ἐν τῷ Λιβάνῳ ἀπέστειλεν πρὸς τὴν κέδρον τὴν ἐν τῷ Λιβάνῳ λέγων δὸς τὴν θυγατέρα σου τῷ υἱῷ μου εἰς γυναῖκα καὶ ἰδοὺ ἐλεύσεται τὰ θηρία τοῦ ἀγροῦ τὰ ἐν τῷ Λιβάνῳ καὶ ἦλθαν τὰ θηρία καὶ κατεπάτησαν τὸν αχουχ (II Crônicas 25, 18)

  • καὶ ἀνέβη Ιωας βασιλεὺς Ισραηλ καὶ ὤφθησαν ἀλλήλοις αὐτὸς καὶ Αμασιας βασιλεὺς Ιουδα ἐν Βαιθσαμυς ἥ ἐστιν τοῦ Ιουδα (II Crônicas 25, 21)

  • καὶ ἐτροπώθη Ιουδας κατὰ πρόσωπον Ισραηλ καὶ ἔφυγεν ἕκαστος εἰς τὸ σκήνωμα (II Crônicas 25, 22)


"O Senhor se comunica conosco à medida que nos libertamos do nosso apego aos sentidos, que sacrificamos nossa vontade própria." São Padre Pio de Pietrelcina