Trouvé 3040 Résultats pour: Φωτιστικά τους Λάμπες
καὶ ἐκάλεσεν Σιμων τοὺς δύο υἱοὺς αὐτοῦ τοὺς πρεσβυτέρους Ιουδαν καὶ Ιωαννην καὶ εἶπεν αὐτοῖς ἐγὼ καὶ οἱ ἀδελφοί μου καὶ ὁ οἶκος τοῦ πατρός μου ἐπολεμήσαμεν τοὺς πολέμους Ισραηλ ἀπὸ νεότητος ἕως τῆς σήμερον ἡμέρας καὶ εὐοδώθη ἐν ταῖς χερσὶν ἡμῶν ῥύσασθαι τὸν Ισραηλ πλεονάκις (I Macabeus 16, 2)
καὶ διεῖλεν τὸν λαὸν καὶ τοὺς ἱππεῖς ἐν μέσῳ τῶν πεζῶν ἦν δὲ ἵππος τῶν ὑπεναντίων πολλὴ σφόδρα (I Macabeus 16, 7)
καὶ ἔφυγον εἰς τοὺς πύργους τοὺς ἐν τοῖς ἀγροῖς Ἀζώτου καὶ ἐνεπύρισεν αὐτὴν ἐν πυρί καὶ ἔπεσον ἐξ αὐτῶν εἰς ἄνδρας δισχιλίους καὶ ἀπέστρεψεν εἰς τὴν Ιουδαίαν μετὰ εἰρήνης (I Macabeus 16, 10)
καὶ ὅτε ἐμεθύσθη Σιμων καὶ οἱ υἱοὶ αὐτοῦ ἐξανέστη Πτολεμαῖος καὶ οἱ παρ’ αὐτοῦ καὶ ἔλαβον τὰ ὅπλα αὐτῶν καὶ ἐπεισῆλθον τῷ Σιμωνι εἰς τὸ συμπόσιον καὶ ἀπέκτειναν αὐτὸν καὶ τοὺς δύο υἱοὺς αὐτοῦ καί τινας τῶν παιδαρίων αὐτοῦ (I Macabeus 16, 16)
καὶ ἀκούσας ἐξέστη σφόδρα καὶ συνέλαβεν τοὺς ἄνδρας τοὺς ἐλθόντας ἀπολέσαι αὐτὸν καὶ ἀπέκτεινεν αὐτούς ἐπέγνω γὰρ ὅτι ἐζήτουν αὐτὸν ἀπολέσαι (I Macabeus 16, 22)
καὶ ἐνεπύρισαν τὸν πυλῶνα καὶ ἐξέχεαν αἷμα ἀθῶον καὶ ἐδεήθημεν τοῦ κυρίου καὶ εἰσηκούσθημεν καὶ προσηνέγκαμεν θυσίαν καὶ σεμίδαλιν καὶ ἐξήψαμεν τοὺς λύχνους καὶ προεθήκαμεν τοὺς ἄρτους (II Macabeus 1, 8)
αὐτὸς γὰρ ἐξέβρασεν τοὺς παραταξαμένους ἐν τῇ ἁγίᾳ πόλει (II Macabeus 1, 12)
κατὰ πάντα εὐλογητὸς ἡμῶν ὁ θεός ὃς παρέδωκεν τοὺς ἀσεβήσαντας (II Macabeus 1, 17)
διελθόντων δὲ ἐτῶν ἱκανῶν ὅτε ἔδοξεν τῷ θεῷ ἀποσταλεὶς Νεεμιας ὑπὸ τοῦ βασιλέως τῆς Περσίδος τοὺς ἐκγόνους τῶν ἱερέων τῶν ἀποκρυψάντων ἔπεμψεν ἐπὶ τὸ πῦρ ὡς δὲ διεσάφησαν ἡμῖν μὴ εὑρηκέναι πῦρ ἀλλὰ ὕδωρ παχύ ἐκέλευσεν αὐτοὺς ἀποβάψαντας φέρειν (II Macabeus 1, 20)
ὡς δὲ ἀνηνέχθη τὰ τῶν θυσιῶν ἐκέλευσεν τοὺς ἱερεῖς Νεεμιας ἐπιρρᾶναι τῷ ὕδατι τά τε ξύλα καὶ τὰ ἐπικείμενα (II Macabeus 1, 21)
ὁ μόνος χορηγός ὁ μόνος δίκαιος καὶ παντοκράτωρ καὶ αἰώνιος ὁ διασῴζων τὸν Ισραηλ ἐκ παντὸς κακοῦ ὁ ποιήσας τοὺς πατέρας ἐκλεκτοὺς καὶ ἁγιάσας αὐτούς (II Macabeus 1, 25)
ἐπισυνάγαγε τὴν διασπορὰν ἡμῶν ἐλευθέρωσον τοὺς δουλεύοντας ἐν τοῖς ἔθνεσιν τοὺς ἐξουθενημένους καὶ βδελυκτοὺς ἔπιδε καὶ γνώτωσαν τὰ ἔθνη ὅτι σὺ εἶ ὁ θεὸς ἡμῶν (II Macabeus 1, 27)