Mosaico decorativo

Trouvé 17461 Résultats pour: Τῷ

  • ἀναδοὺς δὲ τοῖς περὶ αὐτὸν σύνθημα θεοῦ νίκην μετὰ νεανίσκων ἀρίστων κεκριμένων ἐπιβαλὼν νύκτωρ ἐπὶ τὴν βασιλικὴν αὐλὴν τὴν παρεμβολὴν ἀνεῖλεν εἰς ἄνδρας δισχιλίους καὶ τὸν πρωτεύοντα τῶν ἐλεφάντων σὺν τῷ κατ’ οἰκίαν ὄντι συνεκέντησεν (II Macabeus 13, 15)

  • ὑποφαινούσης δὲ ἤδη τῆς ἡμέρας τοῦτο ἐγεγόνει διὰ τὴν ἐπαρήγουσαν αὐτῷ τοῦ κυρίου σκέπην (II Macabeus 13, 17)

  • ὁ δὲ βασιλεὺς εἰληφὼς γεῦμα τῆς τῶν Ιουδαίων εὐτολμίας κατεπείρασεν διὰ μεθόδων τοὺς τόπους (II Macabeus 13, 18)

  • καὶ ἐπὶ Βαιθσουρα φρούριον ὀχυρὸν τῶν Ιουδαίων προσῆγεν ἐτροποῦτο προσέκρουεν ἠλαττονοῦτο (II Macabeus 13, 19)

  • ἐδευτερολόγησεν ὁ βασιλεὺς τοῖς ἐν Βαιθσουροις δεξιὰν ἔδωκεν ἔλαβεν ἀπῄει προσέβαλεν τοῖς περὶ τὸν Ιουδαν ἥττων ἐγένετο (II Macabeus 13, 22)

  • μετέλαβεν ἀπονενοῆσθαι τὸν Φίλιππον ἐν Ἀντιοχείᾳ τὸν ἀπολελειμμένον ἐπὶ τῶν πραγμάτων συνεχύθη τοὺς Ιουδαίους παρεκάλεσεν ὑπετάγη καὶ ὤμοσεν ἐπὶ πᾶσι τοῖς δικαίοις συνελύθη καὶ θυσίαν προσήγαγεν ἐτίμησεν τὸν νεὼ καὶ τὸν τόπον ἐφιλανθρώπησεν (II Macabeus 13, 23)

  • καὶ τὸν Μακκαβαῖον ἀπεδέξατο κατέλιπεν στρατηγὸν ἀπὸ Πτολεμαίδος ἕως τῶν Γερρηνῶν ἡγεμονίδην (II Macabeus 13, 24)

  • ἦλθεν εἰς Πτολεμαίδα ἐδυσφόρουν περὶ τῶν συνθηκῶν οἱ Πτολεμαεῖς ἐδείναζον γὰρ ὑπὲρ ὧν ἠθέλησαν ἀθετεῖν τὰς διαστάλσεις (II Macabeus 13, 25)

  • προσῆλθεν ἐπὶ τὸ βῆμα Λυσίας ἀπελογήσατο ἐνδεχομένως συνέπεισεν κατεπράυνεν εὐμενεῖς ἐποίησεν ἀνέζευξεν εἰς Ἀντιόχειαν οὕτω τὰ τοῦ βασιλέως τῆς ἐφόδου καὶ τῆς ἀναζυγῆς ἐχώρησεν (II Macabeus 13, 26)

  • Ἄλκιμος δέ τις προγεγονὼς ἀρχιερεύς ἑκουσίως δὲ μεμολυσμένος ἐν τοῖς τῆς ἀμειξίας χρόνοις συννοήσας ὅτι καθ’ ὁντιναοῦν τρόπον οὐκ ἔστιν αὐτῷ σωτηρία οὐδὲ πρὸς τὸ ἅγιον θυσιαστήριον ἔτι πρόσοδος (II Macabeus 14, 3)

  • ἧκεν πρὸς τὸν βασιλέα Δημήτριον ὡς πρώτῳ καὶ πεντηκοστῷ καὶ ἑκατοστῷ ἔτει προσάγων αὐτῷ στέφανον χρυσοῦν καὶ φοίνικα πρὸς δὲ τούτοις τῶν νομιζομένων θαλλῶν τοῦ ἱεροῦ καὶ τὴν ἡμέραν ἐκείνην ἡσυχίαν ἔσχεν (II Macabeus 14, 4)

  • οἱ λεγόμενοι τῶν Ιουδαίων Ασιδαῖοι ὧν ἀφηγεῖται Ιουδας ὁ Μακκαβαῖος πολεμοτροφοῦσιν καὶ στασιάζουσιν οὐκ ἐῶντες τὴν βασιλείαν εὐσταθείας τυχεῖν (II Macabeus 14, 6)


"Diante de Deus ajoelhe-se sempre." São Padre Pio de Pietrelcina