Trouvé 17461 Résultats pour: Τῷ
καὶ ἐν ἔτει δευτέρῳ καὶ ἑβδομηκοστῷ καὶ ἑκατοστῷ συνήγαγεν Δημήτριος ὁ βασιλεὺς τὰς δυνάμεις αὐτοῦ καὶ ἐπορεύθη εἰς Μηδίαν τοῦ ἐπισπάσασθαι βοήθειαν ἑαυτῷ ὅπως πολεμήσῃ τὸν Τρύφωνα (I Macabeus 14, 1)
καὶ ἤκουσεν Ἀρσάκης ὁ βασιλεὺς τῆς Περσίδος καὶ Μηδίας ὅτι εἰσῆλθεν Δημήτριος εἰς τὰ ὅρια αὐτοῦ καὶ ἀπέστειλεν ἕνα τῶν ἀρχόντων αὐτοῦ συλλαβεῖν αὐτὸν ζῶντα (I Macabeus 14, 2)
καὶ ἡσύχασεν ἡ γῆ Ιουδα πάσας τὰς ἡμέρας Σιμωνος καὶ ἐζήτησεν ἀγαθὰ τῷ ἔθνει αὐτοῦ καὶ ἤρεσεν αὐτοῖς ἡ ἐξουσία αὐτοῦ καὶ ἡ δόξα αὐτοῦ πάσας τὰς ἡμέρας (I Macabeus 14, 4)
καὶ ἐπλάτυνεν τὰ ὅρια τῷ ἔθνει αὐτοῦ καὶ ἐκράτησεν τῆς χώρας (I Macabeus 14, 6)
καὶ συνήγαγεν αἰχμαλωσίαν πολλὴν καὶ ἐκυρίευσεν Γαζαρων καὶ Βαιθσουρων καὶ τῆς ἄκρας καὶ ἐξῆρεν τὰς ἀκαθαρσίας ἐξ αὐτῆς καὶ οὐκ ἦν ὁ ἀντικείμενος αὐτῷ (I Macabeus 14, 7)
καὶ ἦσαν γεωργοῦντες τὴν γῆν αὐτῶν μετ’ εἰρήνης καὶ ἡ γῆ ἐδίδου τὰ γενήματα αὐτῆς καὶ τὰ ξύλα τῶν πεδίων τὸν καρπὸν αὐτῶν (I Macabeus 14, 8)
τὰ ἅγια ἐδόξασεν καὶ ἐπλήθυνεν τὰ σκεύη τῶν ἁγίων (I Macabeus 14, 15)
ὡς δὲ ἤκουσαν ὅτι Σιμων ὁ ἀδελφὸς αὐτοῦ γέγονεν ἀρχιερεὺς ἀντ’ αὐτοῦ καὶ αὐτὸς ἐπικρατεῖ τῆς χώρας καὶ τῶν πόλεων τῶν ἐν αὐτῇ (I Macabeus 14, 17)
καὶ τοῦτο τὸ ἀντίγραφον τῶν ἐπιστολῶν ὧν ἀπέστειλαν οἱ Σπαρτιᾶται Σπαρτιατῶν ἄρχοντες καὶ ἡ πόλις Σιμωνι ἱερεῖ μεγάλῳ καὶ τοῖς πρεσβυτέροις καὶ τοῖς ἱερεῦσιν καὶ τῷ λοιπῷ δήμῳ τῶν Ιουδαίων ἀδελφοῖς χαίρειν (I Macabeus 14, 20)
οἱ πρεσβευταὶ οἱ ἀποσταλέντες πρὸς τὸν δῆμον ἡμῶν ἀπήγγειλαν ἡμῖν περὶ τῆς δόξης ὑμῶν καὶ τιμῆς καὶ ηὐφράνθημεν ἐπὶ τῇ ἐφόδῳ αὐτῶν (I Macabeus 14, 21)
καὶ ἀνεγράψαμεν τὰ ὑπ’ αὐτῶν εἰρημένα ἐν ταῖς βουλαῖς τοῦ δήμου οὕτως Νουμήνιος Ἀντιόχου καὶ Ἀντίπατρος Ἰάσονος πρεσβευταὶ Ιουδαίων ἦλθον πρὸς ἡμᾶς ἀνανεούμενοι τὴν πρὸς ἡμᾶς φιλίαν (I Macabeus 14, 22)
καὶ ἤρεσεν τῷ δήμῳ ἐπιδέξασθαι τοὺς ἄνδρας ἐνδόξως καὶ τοῦ θέσθαι τὸ ἀντίγραφον τῶν λόγων αὐτῶν ἐν τοῖς ἀποδεδειγμένοις τῷ δήμῳ βιβλίοις τοῦ μνημόσυνον ἔχειν τὸν δῆμον τῶν Σπαρτιατῶν τὸ δὲ ἀντίγραφον τούτων ἔγραψαν Σιμωνι τῷ ἀρχιερεῖ (I Macabeus 14, 23)