Trouvé 17461 Résultats pour: Τῷ
θωμᾶς δὲ εἷς ἐκ τῶν δώδεκα, ὁ λεγόμενος δίδυμος, οὐκ ἦν μετ᾽ αὐτῶν ὅτε ἦλθεν ἰησοῦς. (São João 20, 24)
ἔλεγον οὗν αὐτῶ οἱ ἄλλοι μαθηταί, ἑωράκαμεν τὸν κύριον. ὁ δὲ εἶπεν αὐτοῖς, ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων καὶ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τύπον τῶν ἥλων καὶ βάλω μου τὴν χεῖρα εἰς τὴν πλευρὰν αὐτοῦ, οὐ μὴ πιστεύσω. (São João 20, 25)
καὶ μεθ᾽ ἡμέρας ὀκτὼ πάλιν ἦσαν ἔσω οἱ μαθηταὶ αὐτοῦ καὶ θωμᾶς μετ᾽ αὐτῶν. ἔρχεται ὁ ἰησοῦς τῶν θυρῶν κεκλεισμένων, καὶ ἔστη εἰς τὸ μέσον καὶ εἶπεν, εἰρήνη ὑμῖν. (São João 20, 26)
εἶτα λέγει τῶ θωμᾷ, φέρε τὸν δάκτυλόν σου ὧδε καὶ ἴδε τὰς χεῖράς μου, καὶ φέρε τὴν χεῖρά σου καὶ βάλε εἰς τὴν πλευράν μου, καὶ μὴ γίνου ἄπιστος ἀλλὰ πιστός. (São João 20, 27)
ἀπεκρίθη θωμᾶς καὶ εἶπεν αὐτῶ, ὁ κύριός μου καὶ ὁ θεός μου. (São João 20, 28)
λέγει αὐτῶ ὁ ἰησοῦς, ὅτι ἑώρακάς με πεπίστευκας; μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες. (São João 20, 29)
πολλὰ μὲν οὗν καὶ ἄλλα σημεῖα ἐποίησεν ὁ ἰησοῦς ἐνώπιον τῶν μαθητῶν [αὐτοῦ], ἃ οὐκ ἔστιν γεγραμμένα ἐν τῶ βιβλίῳ τούτῳ· (São João 20, 30)
ταῦτα δὲ γέγραπται ἵνα πιστεύ[ς]ητε ὅτι ἰησοῦς ἐστιν ὁ χριστὸς ὁ υἱὸς τοῦ θεοῦ, καὶ ἵνα πιστεύοντες ζωὴν ἔχητε ἐν τῶ ὀνόματι αὐτοῦ. (São João 20, 31)
μετὰ ταῦτα ἐφανέρωσεν ἑαυτὸν πάλιν ὁ ἰησοῦς τοῖς μαθηταῖς ἐπὶ τῆς θαλάσσης τῆς τιβεριάδος· ἐφανέρωσεν δὲ οὕτως. (São João 21, 1)
ἦσαν ὁμοῦ σίμων πέτρος καὶ θωμᾶς ὁ λεγόμενος δίδυμος καὶ ναθαναὴλ ὁ ἀπὸ κανὰ τῆς γαλιλαίας καὶ οἱ τοῦ ζεβεδαίου καὶ ἄλλοι ἐκ τῶν μαθητῶν αὐτοῦ δύο. (São João 21, 2)
λέγει αὐτοῖς σίμων πέτρος, ὑπάγω ἁλιεύειν. λέγουσιν αὐτῶ, ἐρχόμεθα καὶ ἡμεῖς σὺν σοί. ἐξῆλθον καὶ ἐνέβησαν εἰς τὸ πλοῖον, καὶ ἐν ἐκείνῃ τῇ νυκτὶ ἐπίασαν οὐδέν. (São João 21, 3)
λέγει οὗν αὐτοῖς [ὁ] ἰησοῦς, παιδία, μή τι προσφάγιον ἔχετε; ἀπεκρίθησαν αὐτῶ, οὔ. (São João 21, 5)