Mosaico decorativo

Trouvé 9372 Résultats pour: Τῶν

  • καὶ διὰ τὰς ἁμαρτίας ἡμῶν καὶ τῶν πατέρων ἡμῶν παρεδόθημεν σὺν τοῖς ἀδελφοῖς ἡμῶν καὶ σὺν τοῖς βασιλεῦσιν ἡμῶν καὶ σὺν τοῖς ἱερεῦσιν ἡμῶν τοῖς βασιλεῦσιν τῆς γῆς εἰς ῥομφαίαν καὶ αἰχμαλωσίαν καὶ προνομὴν μετὰ αἰσχύνης μέχρι τῆς σήμερον ἡμέρας (Esdras 8, 74)

  • καὶ ἐν τῷ δουλεύειν ἡμᾶς οὐκ ἐγκατελείφθημεν ὑπὸ τοῦ κυρίου ἡμῶν ἀλλὰ ἐποίησεν ἡμᾶς ἐν χάριτι ἐνώπιον τῶν βασιλέων Περσῶν (Esdras 8, 77)

  • καὶ νῦν τί ἐροῦμεν κύριε ἔχοντες ταῦτα παρέβημεν γὰρ τὰ προστάγματά σου ἃ ἔδωκας ἐν χειρὶ τῶν παίδων σου τῶν προφητῶν λέγων ὅτι (Esdras 8, 79)

  • ἡ γῆ εἰς ἣν εἰσέρχεσθε κληρονομῆσαι ἔστιν γῆ μεμολυσμένη μολυσμῷ τῶν ἀλλογενῶν τῆς γῆς καὶ τῆς ἀκαθαρσίας αὐτῶν ἐνέπλησαν αὐτήν (Esdras 8, 80)

  • καὶ νῦν τὰς θυγατέρας ὑμῶν μὴ συνοικίσητε τοῖς υἱοῖς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν μὴ λάβητε τοῖς υἱοῖς ὑμῶν (Esdras 8, 81)

  • σὺ γάρ κύριε ἐκούφισας τὰς ἁμαρτίας ἡμῶν καὶ ἔδωκας ἡμῖν τοιαύτην ῥίζαν πάλιν ἀνεκάμψαμεν παραβῆναι τὸν νόμον σου εἰς τὸ ἐπιμιγῆναι τῇ ἀκαθαρσίᾳ τῶν ἐθνῶν τῆς γῆς (Esdras 8, 84)

  • καὶ φωνήσας Ιεχονιας Ιεηλου τῶν υἱῶν Ισραηλ εἶπεν Εσδρα ἡμεῖς ἡμάρτομεν εἰς τὸν κύριον καὶ συνῳκίσαμεν γυναῖκας ἀλλογενεῖς ἐκ τῶν ἐθνῶν τῆς γῆς καὶ νῦν ἐστιν ἐλπὶς τῷ Ισραηλ (Esdras 8, 89)

  • ἐν τούτῳ γενέσθω ἡμῖν ὁρκωμοσία πρὸς τὸν κύριον ἐκβαλεῖν πάσας τὰς γυναῖκας ἡμῶν τὰς ἐκ τῶν ἀλλογενῶν σὺν τοῖς τέκνοις αὐτῶν ὡς ἐκρίθη σοι καὶ ὅσοι πειθαρχοῦσιν τῷ νόμῳ τοῦ κυρίου (Esdras 8, 90)

  • καὶ ἀναστὰς Εσδρας ὥρκισεν τοὺς φυλάρχους τῶν ἱερέων καὶ Λευιτῶν παντὸς τοῦ Ισραηλ ποιῆσαι κατὰ ταῦτα καὶ ὤμοσαν (Esdras 8, 92)

  • καὶ αὐλισθεὶς ἐκεῖ ἄρτου οὐκ ἐγεύσατο οὐδὲ ὕδωρ ἔπιεν πενθῶν ὑπὲρ τῶν ἀνομιῶν τῶν μεγάλων τοῦ πλήθους (Esdras 9, 2)

  • καὶ ὅσοι ἂν μὴ ἀπαντήσωσιν ἐν δυσὶν ἢ τρισὶν ἡμέραις κατὰ τὸ κρίμα τῶν προκαθημένων πρεσβυτέρων ἀνιερωθήσονται τὰ κτήνη αὐτῶν καὶ αὐτὸς ἀλλοτριωθήσεται ἀπὸ τοῦ πλήθους τῆς αἰχμαλωσίας (Esdras 9, 4)

  • καὶ νῦν δότε ὁμολογίαν δόξαν τῷ κυρίῳ θεῷ τῶν πατέρων ἡμῶν (Esdras 9, 8)


"Se você fala das próprias virtudes para se exibir ou para vã ostentação perde todo o mérito." São Padre Pio de Pietrelcina