Mosaico decorativo

Trouvé 9372 Résultats pour: Τῶν

  • καὶ οὐκ ἔστιν παρ’ αὐτῇ λαμβάνειν πρόσωπα οὐδὲ διάφορα ἀλλὰ τὰ δίκαια ποιεῖ ἀπὸ πάντων τῶν ἀδίκων καὶ πονηρῶν καὶ πάντες εὐδοκοῦσι τοῖς ἔργοις αὐτῆς καὶ οὐκ ἔστιν ἐν τῇ κρίσει αὐτῆς οὐθὲν ἄδικον (Esdras 4, 39)

  • καὶ αὐτῇ ἡ ἰσχὺς καὶ τὸ βασίλειον καὶ ἡ ἐξουσία καὶ ἡ μεγαλειότης τῶν πάντων αἰώνων εὐλογητὸς ὁ θεὸς τῆς ἀληθείας (Esdras 4, 40)

  • τότε ὁ βασιλεὺς εἶπεν αὐτῷ αἴτησαι ὃ θέλεις πλείω τῶν γεγραμμένων καὶ δώσομέν σοι ὃν τρόπον εὑρέθης σοφώτερος καὶ ἐχόμενός μου καθήσῃ καὶ συγγενής μου κληθήσῃ (Esdras 4, 42)

  • καὶ σὺ εὔξω οἰκοδομῆσαι τὸν ναόν ὃν ἐνεπύρισαν οἱ Ιδουμαῖοι ὅτε ἠρημώθη ἡ Ιουδαία ὑπὸ τῶν Χαλδαίων (Esdras 4, 45)

  • καὶ ἔγραψεν πᾶσι τοῖς Ιουδαίοις τοῖς ἀναβαίνουσιν ἀπὸ τῆς βασιλείας εἰς τὴν Ιουδαίαν ὑπὲρ τῆς ἐλευθερίας πάντα δυνατὸν καὶ σατράπην καὶ τοπάρχην καὶ οἰκονόμον μὴ ἐπελεύσεσθαι ἐπὶ τὰς θύρας αὐτῶν (Esdras 4, 49)

  • καὶ πᾶσαν τὴν χώραν ἣν κρατήσουσιν ἀφορολόγητον αὐτοῖς ὑπάρχειν καὶ ἵνα οἱ Ιδουμαῖοι ἀφιῶσι τὰς κώμας ἃς διακρατοῦσιν τῶν Ιουδαίων (Esdras 4, 50)

  • καὶ πᾶσιν τοῖς προσβαίνουσιν ἀπὸ τῆς Βαβυλωνίας κτίσαι τὴν πόλιν ὑπάρχειν τὴν ἐλευθερίαν αὐτοῖς τε καὶ τοῖς τέκνοις αὐτῶν καὶ πᾶσι τοῖς ἱερεῦσι τοῖς προσβαίνουσιν (Esdras 4, 53)

  • εὐλογητὸς εἶ ὃς ἔδωκάς μοι σοφίαν καὶ σοὶ ὁμολογῶ δέσποτα τῶν πατέρων (Esdras 4, 60)

  • καὶ εὐλόγησαν τὸν θεὸν τῶν πατέρων αὐτῶν ὅτι ἔδωκεν αὐτοῖς ἄνεσιν καὶ ἄφεσιν (Esdras 4, 62)

  • μετὰ δὲ ταῦτα ἐξελέγησαν ἀναβῆναι ἀρχηγοὶ οἴκου πατριῶν κατὰ φυλὰς αὐτῶν καὶ αἱ γυναῖκες αὐτῶν καὶ οἱ υἱοὶ καὶ αἱ θυγατέρες καὶ οἱ παῖδες αὐτῶν καὶ αἱ παιδίσκαι καὶ τὰ κτήνη αὐτῶν (Esdras 5, 1)

  • καὶ Δαρεῖος συναπέστειλεν μετ’ αὐτῶν ἱππεῖς χιλίους ἕως τοῦ ἀποκαταστῆσαι αὐτοὺς εἰς Ιερουσαλημ μετ’ εἰρήνης καὶ μετὰ μουσικῶν τυμπάνων καὶ αὐλῶν (Esdras 5, 2)

  • καὶ πάντες οἱ ἀδελφοὶ αὐτῶν παίζοντες καὶ ἐποίησεν αὐτοὺς συναναβῆναι μετ’ ἐκείνων (Esdras 5, 3)


"O Anjo de Deus não nos abandona jamais." São Padre Pio de Pietrelcina