Trouvé 8293 Résultats pour: Τῆς
πέρδιξ θηρευτὴς ἐν καρτάλλῳ οὕτως καρδία ὑπερηφάνου καὶ ὡς ὁ κατάσκοπος ἐπιβλέπει πτῶσιν (Eclesiástico 11, 30)
καὶ ἐὰν ταπεινωθῇ καὶ πορεύηται συγκεκυφώς ἐπίστησον τὴν ψυχήν σου καὶ φύλαξαι ἀπ’ αὐτοῦ καὶ ἔσῃ αὐτῷ ὡς ἐκμεμαχὼς ἔσοπτρον καὶ γνώσῃ ὅτι οὐκ εἰς τέλος κατίωσεν (Eclesiástico 12, 11)
συντήρησον καὶ πρόσεχε σφοδρῶς ὅτι μετὰ τῆς πτώσεώς σου περιπατεῖς (Eclesiástico 13, 13)
βδέλυγμα ὑπερηφάνῳ ταπεινότης οὕτως βδέλυγμα πλουσίῳ πτωχός (Eclesiástico 13, 20)
μακάριος οὗ οὐ κατέγνω ἡ ψυχὴ αὐτοῦ καὶ ὃς οὐκ ἔπεσεν ἀπὸ τῆς ἐλπίδος αὐτοῦ (Eclesiástico 14, 2)
ὁ συνάγων ἀπὸ τῆς ψυχῆς αὐτοῦ συνάγει ἄλλοις καὶ ἐν τοῖς ἀγαθοῖς αὐτοῦ τρυφήσουσιν ἕτεροι (Eclesiástico 14, 4)
τοῦ βασκαίνοντος ἑαυτὸν οὐκ ἔστιν πονηρότερος καὶ τοῦτο ἀνταπόδομα τῆς κακίας αὐτοῦ (Eclesiástico 14, 6)
ὀφθαλμὸς πονηρὸς φθονερὸς ἐπ’ ἄρτῳ καὶ ἐλλιπὴς ἐπὶ τῆς τραπέζης αὐτοῦ (Eclesiástico 14, 10)
πρίν σε τελευτῆσαι εὖ ποίει φίλῳ καὶ κατὰ τὴν ἰσχύν σου ἔκτεινον καὶ δὸς αὐτῷ (Eclesiástico 14, 13)
δὸς καὶ λαβὲ καὶ ἀπάτησον τὴν ψυχήν σου ὅτι οὐκ ἔστιν ἐν ᾅδου ζητῆσαι τρυφήν (Eclesiástico 14, 16)
ὁ διανοούμενος τὰς ὁδοὺς αὐτῆς ἐν καρδίᾳ αὐτοῦ καὶ ἐν τοῖς ἀποκρύφοις αὐτῆς ἐννοηθήσεται (Eclesiástico 14, 21)
ἔξελθε ὀπίσω αὐτῆς ὡς ἰχνευτὴς καὶ ἐν ταῖς ὁδοῖς αὐτῆς ἐνέδρευε (Eclesiástico 14, 22)