Mosaico decorativo

Trouvé 27654 Résultats pour: Τὸ

  • ὁ γὰρ ἐν τούτῳ δουλεύων τῶ χριστῶ εὐάρεστος τῶ θεῶ καὶ δόκιμος τοῖς ἀνθρώποις. (Romanos 14, 18)

  • μὴ ἕνεκεν βρώματος κατάλυε τὸ ἔργον τοῦ θεοῦ. πάντα μὲν καθαρά, ἀλλὰ κακὸν τῶ ἀνθρώπῳ τῶ διὰ προσκόμματος ἐσθίοντι. (Romanos 14, 20)

  • καλὸν τὸ μὴ φαγεῖν κρέα μηδὲ πιεῖν οἶνον μηδὲ ἐν ᾧ ὁ ἀδελφός σου προσκόπτει. (Romanos 14, 21)

  • σὺ πίστιν [ἣν] ἔχεις κατὰ σεαυτὸν ἔχε ἐνώπιον τοῦ θεοῦ. μακάριος ὁ μὴ κρίνων ἑαυτὸν ἐν ᾧ δοκιμάζει· (Romanos 14, 22)

  • ὀφείλομεν δὲ ἡμεῖς οἱ δυνατοὶ τὰ ἀσθενήματα τῶν ἀδυνάτων βαστάζειν, καὶ μὴ ἑαυτοῖς ἀρέσκειν. (Romanos 15, 1)

  • ἕκαστος ἡμῶν τῶ πλησίον ἀρεσκέτω εἰς τὸ ἀγαθὸν πρὸς οἰκοδομήν· (Romanos 15, 2)

  • καὶ γὰρ ὁ χριστὸς οὐχ ἑαυτῶ ἤρεσεν· ἀλλὰ καθὼς γέγραπται, οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσαν ἐπ᾽ ἐμέ. (Romanos 15, 3)

  • ὁ δὲ θεὸς τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως δῴη ὑμῖν τὸ αὐτὸ φρονεῖν ἐν ἀλλήλοις κατὰ χριστὸν ἰησοῦν, (Romanos 15, 5)

  • ἵνα ὁμοθυμαδὸν ἐν ἑνὶ στόματι δοξάζητε τὸν θεὸν καὶ πατέρα τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ. (Romanos 15, 6)

  • διὸ προσλαμβάνεσθε ἀλλήλους, καθὼς καὶ ὁ χριστὸς προσελάβετο ὑμᾶς, εἰς δόξαν τοῦ θεοῦ. (Romanos 15, 7)

  • λέγω γὰρ χριστὸν διάκονον γεγενῆσθαι περιτομῆς ὑπὲρ ἀληθείας θεοῦ, εἰς τὸ βεβαιῶσαι τὰς ἐπαγγελίας τῶν πατέρων, (Romanos 15, 8)

  • τὰ δὲ ἔθνη ὑπὲρ ἐλέους δοξάσαι τὸν θεόν· καθὼς γέγραπται, διὰ τοῦτο ἐξομολογήσομαί σοι ἐν ἔθνεσιν, καὶ τῶ ὀνοματί σου ψαλῶ. (Romanos 15, 9)


"As almas! As almas! Se alguém soubesse o preço que custam". São Padre Pio de Pietrelcina