Trouvé 27654 Résultats pour: Τὸ
ὃ καὶ ἐποίησαν ἀποστείλαντες πρὸς τοὺς πρεσβυτέρους διὰ χειρὸς βαρναβᾶ καὶ σαύλου. (Atos dos Apóstolos 11, 30)
κατ᾽ ἐκεῖνον δὲ τὸν καιρὸν ἐπέβαλεν ἡρῴδης ὁ βασιλεὺς τὰς χεῖρας κακῶσαί τινας τῶν ἀπὸ τῆς ἐκκλησίας. (Atos dos Apóstolos 12, 1)
ἀνεῖλεν δὲ ἰάκωβον τὸν ἀδελφὸν ἰωάννου μαχαίρῃ. (Atos dos Apóstolos 12, 2)
ἰδὼν δὲ ὅτι ἀρεστόν ἐστιν τοῖς ἰουδαίοις προσέθετο συλλαβεῖν καὶ πέτρον ἦσαν δὲ [αἱ] ἡμέραι τῶν ἀζύμων, (Atos dos Apóstolos 12, 3)
ὃν καὶ πιάσας ἔθετο εἰς φυλακήν, παραδοὺς τέσσαρσιν τετραδίοις στρατιωτῶν φυλάσσειν αὐτόν, βουλόμενος μετὰ τὸ πάσχα ἀναγαγεῖν αὐτὸν τῶ λαῶ. (Atos dos Apóstolos 12, 4)
ὁ μὲν οὗν πέτρος ἐτηρεῖτο ἐν τῇ φυλακῇ· προσευχὴ δὲ ἦν ἐκτενῶς γινομένη ὑπὸ τῆς ἐκκλησίας πρὸς τὸν θεὸν περὶ αὐτοῦ. (Atos dos Apóstolos 12, 5)
ὅτε δὲ ἤμελλεν προαγαγεῖν αὐτὸν ὁ ἡρῴδης, τῇ νυκτὶ ἐκείνῃ ἦν ὁ πέτρος κοιμώμενος μεταξὺ δύο στρατιωτῶν δεδεμένος ἁλύσεσιν δυσίν, φύλακές τε πρὸ τῆς θύρας ἐτήρουν τὴν φυλακήν. (Atos dos Apóstolos 12, 6)
καὶ ἰδοὺ ἄγγελος κυρίου ἐπέστη, καὶ φῶς ἔλαμψεν ἐν τῶ οἰκήματι· πατάξας δὲ τὴν πλευρὰν τοῦ πέτρου ἤγειρεν αὐτὸν λέγων, ἀνάστα ἐν τάχει. καὶ ἐξέπεσαν αὐτοῦ αἱ ἁλύσεις ἐκ τῶν χειρῶν. (Atos dos Apóstolos 12, 7)
εἶπεν δὲ ὁ ἄγγελος πρὸς αὐτόν, ζῶσαι καὶ ὑπόδησαι τὰ σανδάλιά σου. ἐποίησεν δὲ οὕτως. καὶ λέγει αὐτῶ, περιβαλοῦ τὸ ἱμάτιόν σου καὶ ἀκολούθει μοι. (Atos dos Apóstolos 12, 8)
καὶ ἐξελθὼν ἠκολούθει, καὶ οὐκ ᾔδει ὅτι ἀληθές ἐστιν τὸ γινόμενον διὰ τοῦ ἀγγέλου, ἐδόκει δὲ ὅραμα βλέπειν. (Atos dos Apóstolos 12, 9)
διελθόντες δὲ πρώτην φυλακὴν καὶ δευτέραν ἦλθαν ἐπὶ τὴν πύλην τὴν σιδηρᾶν τὴν φέρουσαν εἰς τὴν πόλιν, ἥτις αὐτομάτη ἠνοίγη αὐτοῖς, καὶ ἐξελθόντες προῆλθον ῥύμην μίαν, καὶ εὐθέως ἀπέστη ὁ ἄγγελος ἀπ᾽ αὐτοῦ. (Atos dos Apóstolos 12, 10)
καὶ ὁ πέτρος ἐν ἑαυτῶ γενόμενος εἶπεν, νῦν οἶδα ἀληθῶς ὅτι ἐξαπέστειλεν [ὁ] κύριος τὸν ἄγγελον αὐτοῦ καὶ ἐξείλατό με ἐκ χειρὸς ἡρῴδου καὶ πάσης τῆς προσδοκίας τοῦ λαοῦ τῶν ἰουδαίων. (Atos dos Apóstolos 12, 11)