Trouvé 27654 Résultats pour: Τὸ
καὶ ἐν πᾶσι τούτοις μεταξὺ ἡμῶν καὶ ὑμῶν χάσμα μέγα ἐστήρικται, ὅπως οἱ θέλοντες διαβῆναι ἔνθεν πρὸς ὑμᾶς μὴ δύνωνται, μηδὲ ἐκεῖθεν πρὸς ἡμᾶς διαπερῶσιν. (São Lucas 16, 26)
εἶπεν δέ, ἐρωτῶ σε οὗν, πάτερ, ἵνα πέμψῃς αὐτὸν εἰς τὸν οἶκον τοῦ πατρός μου, (São Lucas 16, 27)
ἔχω γὰρ πέντε ἀδελφούς, ὅπως διαμαρτύρηται αὐτοῖς, ἵνα μὴ καὶ αὐτοὶ ἔλθωσιν εἰς τὸν τόπον τοῦτον τῆς βασάνου. (São Lucas 16, 28)
λέγει δὲ ἀβραάμ, ἔχουσι μωϊσέα καὶ τοὺς προφήτας· ἀκουσάτωσαν αὐτῶν. (São Lucas 16, 29)
ὁ δὲ εἶπεν, οὐχί, πάτερ ἀβραάμ, ἀλλ᾽ ἐάν τις ἀπὸ νεκρῶν πορευθῇ πρὸς αὐτοὺς μετανοήσουσιν. (São Lucas 16, 30)
εἶπεν δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ, ἀνένδεκτόν ἐστιν τοῦ τὰ σκάνδαλα μὴ ἐλθεῖν, πλὴν οὐαὶ δι᾽ οὖ ἔρχεται· (São Lucas 17, 1)
λυσιτελεῖ αὐτῶ εἰ λίθος μυλικὸς περίκειται περὶ τὸν τράχηλον αὐτοῦ καὶ ἔρριπται εἰς τὴν θάλασσαν ἢ ἵνα σκανδαλίσῃ τῶν μικρῶν τούτων ἕνα. (São Lucas 17, 2)
προσέχετε ἑαυτοῖς. ἐὰν ἁμάρτῃ ὁ ἀδελφός σου ἐπιτίμησον αὐτῶ, καὶ ἐὰν μετανοήσῃ ἄφες αὐτῶ· (São Lucas 17, 3)
καὶ εἶπαν οἱ ἀπόστολοι τῶ κυρίῳ, πρόσθες ἡμῖν πίστιν. (São Lucas 17, 5)
τίς δὲ ἐξ ὑμῶν δοῦλον ἔχων ἀροτριῶντα ἢ ποιμαίνοντα, ὃς εἰσελθόντι ἐκ τοῦ ἀγροῦ ἐρεῖ αὐτῶ, εὐθέως παρελθὼν ἀνάπεσε, (São Lucas 17, 7)
ἀλλ᾽ οὐχὶ ἐρεῖ αὐτῶ, ἑτοίμασον τί δειπνήσω, καὶ περιζωσάμενος διακόνει μοι ἕως φάγω καὶ πίω, καὶ μετὰ ταῦτα φάγεσαι καὶ πίεσαι σύ; (São Lucas 17, 8)
καὶ ἐγένετο ἐν τῶ πορεύεσθαι εἰς ἰερουσαλὴμ καὶ αὐτὸς διήρχετο διὰ μέσον σαμαρείας καὶ γαλιλαίας. (São Lucas 17, 11)