Trouvé 27654 Résultats pour: Τὸ
μὴ ἔστω ἡ χείρ σου ἐκτεταμένη εἰς τὸ λαβεῖν καὶ ἐν τῷ ἀποδιδόναι συνεσταλμένη (Eclesiástico 4, 31)
μὴ ἔπεχε ἐπὶ τοῖς χρήμασίν σου καὶ μὴ εἴπῃς αὐτάρκη μοί ἐστιν (Eclesiástico 5, 1)
μὴ εἴπῃς ἥμαρτον καὶ τί μοι ἐγένετο ὁ γὰρ κύριός ἐστιν μακρόθυμος (Eclesiástico 5, 4)
καὶ μὴ εἴπῃς ὁ οἰκτιρμὸς αὐτοῦ πολύς τὸ πλῆθος τῶν ἁμαρτιῶν μου ἐξιλάσεται ἔλεος γὰρ καὶ ὀργὴ παρ’ αὐτῷ καὶ ἐπὶ ἁμαρτωλοὺς καταπαύσει ὁ θυμὸς αὐτοῦ (Eclesiástico 5, 6)
μὴ ἐπάρῃς σεαυτὸν ἐν βουλῇ ψυχῆς σου ἵνα μὴ διαρπαγῇ ὡς ταῦρος ἡ ψυχή σου (Eclesiástico 6, 2)
τὰ φύλλα σου καταφάγεσαι καὶ τοὺς καρπούς σου ἀπολέσεις καὶ ἀφήσεις σεαυτὸν ὡς ξύλον ξηρόν (Eclesiástico 6, 3)
ψυχὴ πονηρὰ ἀπολεῖ τὸν κτησάμενον αὐτὴν καὶ ἐπίχαρμα ἐχθρῶν ποιήσει αὐτόν (Eclesiástico 6, 4)
λάρυγξ γλυκὺς πληθυνεῖ φίλους αὐτοῦ καὶ γλῶσσα εὔλαλος πληθυνεῖ εὐπροσήγορα (Eclesiástico 6, 5)
εἰ κτᾶσαι φίλον ἐν πειρασμῷ κτῆσαι αὐτὸν καὶ μὴ ταχὺ ἐμπιστεύσῃς αὐτῷ (Eclesiástico 6, 7)
ἔστιν γὰρ φίλος ἐν καιρῷ αὐτοῦ καὶ οὐ μὴ παραμείνῃ ἐν ἡμέρᾳ θλίψεώς σου (Eclesiástico 6, 8)
καὶ ἐν τοῖς ἀγαθοῖς σου ἔσται ὡς σὺ καὶ ἐπὶ τοὺς οἰκέτας σου παρρησιάσεται (Eclesiástico 6, 11)
ἐὰν ταπεινωθῇς ἔσται κατὰ σοῦ καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσεται (Eclesiástico 6, 12)