Mosaico decorativo

Trouvé 27654 Résultats pour: Τὸ

  • διώδευσαν ἔρημον ἀοίκητον καὶ ἐν ἀβάτοις ἔπηξαν σκηνάς (Sabedoria 11, 2)

  • ἀντέστησαν πολεμίοις καὶ ἐχθροὺς ἠμύναντο (Sabedoria 11, 3)

  • ἐδίψησαν καὶ ἐπεκαλέσαντό σε καὶ ἐδόθη αὐτοῖς ἐκ πέτρας ἀκροτόμου ὕδωρ καὶ ἴαμα δίψης ἐκ λίθου σκληροῦ (Sabedoria 11, 4)

  • δι’ ὧν γὰρ ἐκολάσθησαν οἱ ἐχθροὶ αὐτῶν διὰ τούτων αὐτοὶ ἀποροῦντες εὐεργετήθησαν (Sabedoria 11, 5)

  • ἀντὶ μὲν πηγῆς ἀενάου ποταμοῦ αἵματι λυθρώδει ταραχθέντος (Sabedoria 11, 6)

  • εἰς ἔλεγχον νηπιοκτόνου διατάγματος ἔδωκας αὐτοῖς δαψιλὲς ὕδωρ ἀνελπίστως (Sabedoria 11, 7)

  • δείξας διὰ τοῦ τότε δίψους πῶς τοὺς ὑπεναντίους ἐκόλασας (Sabedoria 11, 8)

  • ὅτε γὰρ ἐπειράσθησαν καίπερ ἐν ἐλέει παιδευόμενοι ἔγνωσαν πῶς μετ’ ὀργῆς κρινόμενοι ἀσεβεῖς ἐβασανίζοντο (Sabedoria 11, 9)

  • τούτους μὲν γὰρ ὡς πατὴρ νουθετῶν ἐδοκίμασας ἐκείνους δὲ ὡς ἀπότομος βασιλεὺς καταδικάζων ἐξήτασας (Sabedoria 11, 10)

  • καὶ ἀπόντες δὲ καὶ παρόντες ὁμοίως ἐτρύχοντο (Sabedoria 11, 11)

  • διπλῆ γὰρ αὐτοὺς ἔλαβεν λύπη καὶ στεναγμὸς μνημῶν τῶν παρελθόντων (Sabedoria 11, 12)

  • ὅτε γὰρ ἤκουσαν διὰ τῶν ἰδίων κολάσεων εὐεργετημένους αὐτούς ᾔσθοντο τοῦ κυρίου (Sabedoria 11, 13)


"A mansidão reprime a ira." São Padre Pio de Pietrelcina