Trouvé 27654 Résultats pour: Τὸ
οὗτος γὰρ παραλαβὼν τὴν βασιλείαν ἀνέδειξεν ἐπὶ τῶν πραγμάτων Λυσίαν τινά Κοίλης δὲ Συρίας καὶ Φοινίκης στρατηγὸν πρώταρχον (II Macabeus 10, 11)
Πτολεμαῖος γὰρ ὁ καλούμενος Μάκρων τὸ δίκαιον συντηρεῖν προηγούμενος πρὸς τοὺς Ιουδαίους διὰ τὴν γεγονυῖαν εἰς αὐτοὺς ἀδικίαν ἐπειρᾶτο τὰ πρὸς αὐτοὺς εἰρηνικῶς διεξάγειν (II Macabeus 10, 12)
ὅθεν κατηγορούμενος ὑπὸ τῶν φίλων πρὸς τὸν Εὐπάτορα καὶ προδότης παρ’ ἕκαστα ἀκούων διὰ τὸ τὴν Κύπρον ἐμπιστευθέντα ὑπὸ τοῦ Φιλομήτορος ἐκλιπεῖν καὶ πρὸς Ἀντίοχον τὸν Ἐπιφανῆ ἀναχωρῆσαι μήτε εὐγενῆ τὴν ἐξουσίαν εὐγενίσας φαρμακεύσας ἑαυτὸν ἐξέλιπεν τὸν βίον (II Macabeus 10, 13)
Γοργίας δὲ γενόμενος στρατηγὸς τῶν τόπων ἐξενοτρόφει καὶ παρ’ ἕκαστα πρὸς τοὺς Ιουδαίους ἐπολεμοτρόφει (II Macabeus 10, 14)
ὁμοῦ δὲ τούτῳ καὶ οἱ Ιδουμαῖοι ἐγκρατεῖς ἐπικαίρων ὀχυρωμάτων ὄντες ἐγύμναζον τοὺς Ιουδαίους καὶ τοὺς φυγαδεύσαντας ἀπὸ Ιεροσολύμων προσλαβόμενοι πολεμοτροφεῖν ἐπεχείρουν (II Macabeus 10, 15)
οἱ δὲ περὶ τὸν Μακκαβαῖον ποιησάμενοι λιτανείαν καὶ ἀξιώσαντες τὸν θεὸν σύμμαχον αὐτοῖς γενέσθαι ἐπὶ τὰ τῶν Ιδουμαίων ὀχυρώματα ὥρμησαν (II Macabeus 10, 16)
οἷς καὶ προσβαλόντες εὐρώστως ἐγκρατεῖς ἐγένοντο τῶν τόπων πάντας τε τοὺς ἐπὶ τῷ τείχει μαχομένους ἠμύναντο κατέσφαζόν τε τοὺς ἐμπίπτοντας ἀνεῖλον δὲ οὐχ ἧττον τῶν δισμυρίων (II Macabeus 10, 17)
συμφυγόντων δὲ οὐκ ἔλαττον τῶν ἐνακισχιλίων εἰς δύο πύργους ὀχυροὺς εὖ μάλα καὶ πάντα τὰ πρὸς πολιορκίαν ἔχοντας (II Macabeus 10, 18)
ὁ Μακκαβαῖος εἰς ἐπείγοντας τόπους ἀπολιπὼν Σιμωνα καὶ Ιωσηπον ἔτι δὲ καὶ Ζακχαῖον καὶ τοὺς σὺν αὐτῷ ἱκανοὺς πρὸς τὴν τούτων πολιορκίαν αὐτὸς ἐχωρίσθη (II Macabeus 10, 19)
οἱ δὲ περὶ τὸν Σιμωνα φιλαργυρήσαντες ὑπό τινων τῶν ἐν τοῖς πύργοις ἐπείσθησαν ἀργυρίῳ ἑπτάκις δὲ μυρίας δραχμὰς λαβόντες εἴασάν τινας διαρρυῆναι (II Macabeus 10, 20)
προσαγγελέντος δὲ τῷ Μακκαβαίῳ περὶ τοῦ γεγονότος συναγαγὼν τοὺς ἡγουμένους τοῦ λαοῦ κατηγόρησεν ὡς ἀργυρίου πέπρακαν τοὺς ἀδελφοὺς τοὺς πολεμίους κατ’ αὐτῶν ἀπολύσαντες (II Macabeus 10, 21)
τούτους μὲν οὖν προδότας γενομένους ἀπέκτεινεν καὶ παραχρῆμα τοὺς δύο πύργους κατελάβετο (II Macabeus 10, 22)