Mosaico decorativo

Trouvé 27654 Résultats pour: Τὸ

  • αὐτοὶ δὲ οὐκ ἦσαν ἐκ τοῦ σπέρματος τῶν ἀνδρῶν ἐκείνων οἷς ἐδόθη σωτηρία Ισραηλ διὰ χειρὸς αὐτῶν (I Macabeus 5, 62)

  • καὶ ὁ ἀνὴρ Ιουδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἐδοξάσθησαν σφόδρα ἔναντι παντὸς Ισραηλ καὶ τῶν ἐθνῶν πάντων οὗ ἠκούετο τὸ ὄνομα αὐτῶν (I Macabeus 5, 63)

  • καὶ ἐπισυνήγοντο πρὸς αὐτοὺς εὐφημοῦντες (I Macabeus 5, 64)

  • καὶ ἐξῆλθεν Ιουδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ ἐπολέμουν τοὺς υἱοὺς Ησαυ ἐν τῇ γῇ τῇ πρὸς νότον καὶ ἐπάταξεν τὴν Χεβρων καὶ τὰς θυγατέρας αὐτῆς καὶ καθεῖλεν τὰ ὀχυρώματα αὐτῆς καὶ τοὺς πύργους αὐτῆς ἐνεπύρισεν κυκλόθεν (I Macabeus 5, 65)

  • καὶ ἀπῆρεν τοῦ πορευθῆναι εἰς γῆν ἀλλοφύλων καὶ διεπορεύετο τὴν Μαρισαν (I Macabeus 5, 66)

  • ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔπεσον ἱερεῖς ἐν πολέμῳ βουλόμενοι ἀνδραγαθῆσαι ἐν τῷ αὐτοὺς ἐξελθεῖν εἰς πόλεμον ἀβουλεύτως (I Macabeus 5, 67)

  • καὶ ἐξέκλινεν Ιουδας εἰς Ἄζωτον γῆν ἀλλοφύλων καὶ καθεῖλεν τοὺς βωμοὺς αὐτῶν καὶ τὰ γλυπτὰ τῶν θεῶν αὐτῶν κατέκαυσεν πυρὶ καὶ ἐσκύλευσεν τὰ σκῦλα τῶν πόλεων καὶ ἐπέστρεψεν εἰς γῆν Ιουδα (I Macabeus 5, 68)

  • καὶ ὁ βασιλεὺς Ἀντίοχος διεπορεύετο τὰς ἐπάνω χώρας καὶ ἤκουσεν ὅτι ἐστὶν Ἐλυμαῒς ἐν τῇ Περσίδι πόλις ἔνδοξος πλούτῳ ἀργυρίῳ καὶ χρυσίῳ (I Macabeus 6, 1)

  • καὶ τὸ ἱερὸν τὸ ἐν αὐτῇ πλούσιον σφόδρα καὶ ἐκεῖ καλύμματα χρυσᾶ καὶ θώρακες καὶ ὅπλα ἃ κατέλιπεν ἐκεῖ Ἀλέξανδρος ὁ τοῦ Φιλίππου ὁ βασιλεὺς ὁ Μακεδών ὃς ἐβασίλευσεν πρῶτος ἐν τοῖς Ἕλλησι (I Macabeus 6, 2)

  • καὶ ἦλθεν καὶ ἐζήτει καταλαβέσθαι τὴν πόλιν καὶ προνομεῦσαι αὐτήν καὶ οὐκ ἠδυνάσθη ὅτι ἐγνώσθη ὁ λόγος τοῖς ἐκ τῆς πόλεως (I Macabeus 6, 3)

  • καὶ ἐπορεύθη Λυσίας δυνάμει ἰσχυρᾷ ἐν πρώτοις καὶ ἐνετράπη ἀπὸ προσώπου αὐτῶν καὶ ἐπίσχυσαν ὅπλοις καὶ δυνάμει καὶ σκύλοις πολλοῖς οἷς ἔλαβον ἀπὸ τῶν παρεμβολῶν ὧν ἐξέκοψαν (I Macabeus 6, 6)

  • καὶ καθεῖλον τὸ βδέλυγμα ὃ ᾠκοδόμησεν ἐπὶ τὸ θυσιαστήριον τὸ ἐν Ιερουσαλημ καὶ τὸ ἁγίασμα καθὼς τὸ πρότερον ἐκύκλωσαν τείχεσιν ὑψηλοῖς καὶ τὴν Βαιθσουραν πόλιν αὐτοῦ (I Macabeus 6, 7)


"Lembre-se de que você tem no Céu não somente um pai, mas também uma Mãe". São Padre Pio de Pietrelcina