Mosaico decorativo

Trouvé 9551 Résultats pour: Τὸν

  • καὶ ἵνα τί τοῦτο ἀνηγάγετε ἡμᾶς ἐξ Αἰγύπτου παραγενέσθαι εἰς τὸν τόπον τὸν πονηρὸν τοῦτον τόπος οὗ οὐ σπείρεται οὐδὲ συκαῖ οὐδὲ ἄμπελοι οὐδὲ ῥόαι οὐδὲ ὕδωρ ἐστὶν πιεῖν (Números 20, 5)

  • καὶ ἀπέστειλεν Μωυσῆς ἀγγέλους ἐκ Καδης πρὸς βασιλέα Εδωμ λέγων τάδε λέγει ὁ ἀδελφός σου Ισραηλ σὺ ἐπίστῃ πάντα τὸν μόχθον τὸν εὑρόντα ἡμᾶς (Números 20, 14)

  • καὶ κατέβησαν οἱ πατέρες ἡμῶν εἰς Αἴγυπτον καὶ παρῳκήσαμεν ἐν Αἰγύπτῳ ἡμέρας πλείους καὶ ἐκάκωσαν ἡμᾶς οἱ Αἰγύπτιοι καὶ τοὺς πατέρας ἡμῶν (Números 20, 15)

  • καὶ εἶπεν πρὸς αὐτὸν Εδωμ οὐ διελεύσῃ δι’ ἐμοῦ εἰ δὲ μή ἐν πολέμῳ ἐξελεύσομαι εἰς συνάντησίν σοι (Números 20, 18)

  • προστεθήτω Ααρων πρὸς τὸν λαὸν αὐτοῦ ὅτι οὐ μὴ εἰσέλθητε εἰς τὴν γῆν ἣν δέδωκα τοῖς υἱοῖς Ισραηλ διότι παρωξύνατέ με ἐπὶ τοῦ ὕδατος τῆς λοιδορίας (Números 20, 24)

  • λαβὲ τὸν Ααρων καὶ Ελεαζαρ τὸν υἱὸν αὐτοῦ καὶ ἀναβίβασον αὐτοὺς εἰς Ωρ τὸ ὄρος ἔναντι πάσης τῆς συναγωγῆς (Números 20, 25)

  • καὶ ἔκδυσον Ααρων τὴν στολὴν αὐτοῦ καὶ ἔνδυσον Ελεαζαρ τὸν υἱὸν αὐτοῦ καὶ Ααρων προστεθεὶς ἀποθανέτω ἐκεῖ (Números 20, 26)

  • καὶ ἐποίησεν Μωυσῆς καθὰ συνέταξεν κύριος καὶ ἀνεβίβασεν αὐτὸν εἰς Ωρ τὸ ὄρος ἐναντίον πάσης τῆς συναγωγῆς (Números 20, 27)

  • καὶ ἐξέδυσεν Ααρων τὰ ἱμάτια αὐτοῦ καὶ ἐνέδυσεν αὐτὰ Ελεαζαρ τὸν υἱὸν αὐτοῦ καὶ ἀπέθανεν Ααρων ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους καὶ κατέβη Μωυσῆς καὶ Ελεαζαρ ἐκ τοῦ ὄρους (Números 20, 28)

  • καὶ εἶδεν πᾶσα ἡ συναγωγὴ ὅτι ἀπελύθη Ααρων καὶ ἔκλαυσαν τὸν Ααρων τριάκοντα ἡμέρας πᾶς οἶκος Ισραηλ (Números 20, 29)

  • καὶ ηὔξατο Ισραηλ εὐχὴν κυρίῳ καὶ εἶπεν ἐάν μοι παραδῷς τὸν λαὸν τοῦτον ὑποχείριον ἀναθεματιῶ αὐτὸν καὶ τὰς πόλεις αὐτοῦ (Números 21, 2)

  • καὶ εἰσήκουσεν κύριος τῆς φωνῆς Ισραηλ καὶ παρέδωκεν τὸν Χανανιν ὑποχείριον αὐτοῦ καὶ ἀνεθεμάτισεν αὐτὸν καὶ τὰς πόλεις αὐτοῦ καὶ ἐπεκάλεσαν τὸ ὄνομα τοῦ τόπου ἐκείνου ἀνάθεμα (Números 21, 3)


"Deus não opera prodígios onde não há fé." São Padre Pio de Pietrelcina