Mosaico decorativo

Trouvé 9551 Résultats pour: Τὸν

  • καὶ οἱ Λευῖται ἀνήνεγκαν τὴν κιβωτὸν τοῦ κυρίου καὶ τὸ θέμα εργαβ μετ’ αὐτῆς καὶ τὰ ἐπ’ αὐτῆς σκεύη τὰ χρυσᾶ καὶ ἔθεντο ἐπὶ τοῦ λίθου τοῦ μεγάλου καὶ οἱ ἄνδρες Βαιθσαμυς ἀνήνεγκαν ὁλοκαυτώσεις καὶ θυσίας ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τῷ κυρίῳ (I Samuel 6, 15)

  • καὶ μῦς οἱ χρυσοῖ κατ’ ἀριθμὸν πασῶν πόλεων τῶν ἀλλοφύλων τῶν πέντε σατραπῶν ἐκ πόλεως ἐστερεωμένης καὶ ἕως κώμης τοῦ Φερεζαίου καὶ ἕως λίθου τοῦ μεγάλου οὗ ἐπέθηκαν ἐπ’ αὐτοῦ τὴν κιβωτὸν διαθήκης κυρίου τοῦ ἐν ἀγρῷ Ωσηε τοῦ Βαιθσαμυσίτου (I Samuel 6, 18)

  • καὶ οὐκ ἠσμένισαν οἱ υἱοὶ Ιεχονιου ἐν τοῖς ἀνδράσιν Βαιθσαμυς ὅτι εἶδαν κιβωτὸν κυρίου καὶ ἐπάταξεν ἐν αὐτοῖς ἑβδομήκοντα ἄνδρας καὶ πεντήκοντα χιλιάδας ἀνδρῶν καὶ ἐπένθησεν ὁ λαός ὅτι ἐπάταξεν κύριος ἐν τῷ λαῷ πληγὴν μεγάλην σφόδρα (I Samuel 6, 19)

  • καὶ ἀποστέλλουσιν ἀγγέλους πρὸς τοὺς κατοικοῦντας Καριαθιαριμ λέγοντες ἀπεστρόφασιν ἀλλόφυλοι τὴν κιβωτὸν κυρίου κατάβητε καὶ ἀναγάγετε αὐτὴν πρὸς ἑαυτούς (I Samuel 6, 21)

  • καὶ ἔρχονται οἱ ἄνδρες Καριαθιαριμ καὶ ἀνάγουσιν τὴν κιβωτὸν διαθήκης κυρίου καὶ εἰσάγουσιν αὐτὴν εἰς οἶκον Αμιναδαβ τὸν ἐν τῷ βουνῷ καὶ τὸν Ελεαζαρ υἱὸν αὐτοῦ ἡγίασαν φυλάσσειν τὴν κιβωτὸν διαθήκης κυρίου (I Samuel 7, 1)

  • καὶ ἔλαβεν Σαμουηλ ἄρνα γαλαθηνὸν ἕνα καὶ ἀνήνεγκεν αὐτὸν ὁλοκαύτωσιν σὺν παντὶ τῷ λαῷ τῷ κυρίῳ καὶ ἐβόησεν Σαμουηλ πρὸς κύριον περὶ Ισραηλ καὶ ἐπήκουσεν αὐτοῦ κύριος (I Samuel 7, 9)

  • καὶ ἔλαβεν Σαμουηλ λίθον ἕνα καὶ ἔστησεν αὐτὸν ἀνὰ μέσον Μασσηφαθ καὶ ἀνὰ μέσον τῆς παλαιᾶς καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Αβενεζερ λίθος τοῦ βοηθοῦ καὶ εἶπεν ἕως ἐνταῦθα ἐβοήθησεν ἡμῖν κύριος (I Samuel 7, 12)

  • καὶ ἐδίκαζεν Σαμουηλ τὸν Ισραηλ πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ (I Samuel 7, 15)

  • καὶ ἐπορεύετο κατ’ ἐνιαυτὸν ἐνιαυτὸν καὶ ἐκύκλου Βαιθηλ καὶ τὴν Γαλγαλα καὶ τὴν Μασσηφαθ καὶ ἐδίκαζεν τὸν Ισραηλ ἐν πᾶσι τοῖς ἡγιασμένοις τούτοις (I Samuel 7, 16)

  • ἡ δὲ ἀποστροφὴ αὐτοῦ εἰς Αρμαθαιμ ὅτι ἐκεῖ ἦν ὁ οἶκος αὐτοῦ καὶ ἐδίκαζεν ἐκεῖ τὸν Ισραηλ καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον τῷ κυρίῳ (I Samuel 7, 17)

  • καὶ εἶπεν Σαμουηλ πᾶν τὸ ῥῆμα κυρίου πρὸς τὸν λαὸν τοὺς αἰτοῦντας παρ’ αὐτοῦ βασιλέα (I Samuel 8, 10)

  • καὶ θέσθαι αὐτοὺς ἑαυτῷ χιλιάρχους καὶ ἑκατοντάρχους καὶ θερίζειν θερισμὸν αὐτοῦ καὶ τρυγᾶν τρυγητὸν αὐτοῦ καὶ ποιεῖν σκεύη πολεμικὰ αὐτοῦ καὶ σκεύη ἁρμάτων αὐτοῦ (I Samuel 8, 12)


"Nas tribulações é necessário ter fé em Deus." São Padre Pio de Pietrelcina