Trouvé 4175 Résultats pour: Τὰς
καὶ Σαουλ κατακληροῦται ἔργον ἐπὶ Ισραηλ καὶ ἐπολέμει κύκλῳ πάντας τοὺς ἐχθροὺς αὐτοῦ εἰς τὸν Μωαβ καὶ εἰς τοὺς υἱοὺς Αμμων καὶ εἰς τοὺς υἱοὺς Εδωμ καὶ εἰς τὸν Βαιθεωρ καὶ εἰς βασιλέα Σουβα καὶ εἰς τοὺς ἀλλοφύλους οὗ ἂν ἐστράφη ἐσῴζετο (I Samuel 14, 47)
καὶ ἦν ὁ πόλεμος κραταιὸς ἐπὶ τοὺς ἀλλοφύλους πάσας τὰς ἡμέρας Σαουλ καὶ ἰδὼν Σαουλ πάντα ἄνδρα δυνατὸν καὶ πάντα ἄνδρα υἱὸν δυνάμεως καὶ συνήγαγεν αὐτοὺς πρὸς αὐτόν (I Samuel 14, 52)
καὶ ἀπέστειλέν σε κύριος ἐν ὁδῷ καὶ εἶπέν σοι πορεύθητι καὶ ἐξολέθρευσον τοὺς ἁμαρτάνοντας εἰς ἐμέ τὸν Αμαληκ καὶ πολεμήσεις αὐτούς ἕως συντελέσῃς αὐτούς (I Samuel 15, 18)
καὶ συνάγουσιν ἀλλόφυλοι τὰς παρεμβολὰς αὐτῶν εἰς πόλεμον καὶ συνάγονται εἰς Σοκχωθ τῆς Ιουδαίας καὶ παρεμβάλλουσιν ἀνὰ μέσον Σοκχωθ καὶ ἀνὰ μέσον Αζηκα ἐν Εφερμεμ (I Samuel 17, 1)
καὶ εἶπεν ὁ ἀλλόφυλος πρὸς Δαυιδ δεῦρο πρός με καὶ δώσω τὰς σάρκας σου τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς κτήνεσιν τῆς γῆς (I Samuel 17, 44)
καὶ ἀνέστρεψαν ἄνδρες Ισραηλ ἐκκλίνοντες ὀπίσω τῶν ἀλλοφύλων καὶ κατεπάτουν τὰς παρεμβολὰς αὐτῶν (I Samuel 17, 53)
καὶ πονηρὸν ἐφάνη τὸ ῥῆμα ἐν ὀφθαλμοῖς Σαουλ περὶ τοῦ λόγου τούτου καὶ εἶπεν τῷ Δαυιδ ἔδωκαν τὰς μυριάδας καὶ ἐμοὶ ἔδωκαν τὰς χιλιάδας (I Samuel 18, 8)
καὶ ἀνέστη Δαυιδ καὶ ἐπορεύθη αὐτὸς καὶ οἱ ἄνδρες αὐτοῦ καὶ ἐπάταξεν ἐν τοῖς ἀλλοφύλοις ἑκατὸν ἄνδρας καὶ ἀνήνεγκεν τὰς ἀκροβυστίας αὐτῶν τῷ βασιλεῖ καὶ ἐπιγαμβρεύεται τῷ βασιλεῖ καὶ δίδωσιν αὐτῷ τὴν Μελχολ θυγατέρα αὐτοῦ αὐτῷ εἰς γυναῖκα (I Samuel 18, 27)
καὶ ἐλάλησεν Σαουλ πρὸς Ιωναθαν τὸν υἱὸν αὐτοῦ καὶ πρὸς πάντας τοὺς παῖδας αὐτοῦ θανατῶσαι τὸν Δαυιδ καὶ Ιωναθαν υἱὸς Σαουλ ᾑρεῖτο τὸν Δαυιδ σφόδρα (I Samuel 19, 1)
καὶ εἶπεν Ιωναθαν μηδαμῶς σοι ὅτι ἐὰν γινώσκων γνῶ ὅτι συντετέλεσται ἡ κακία παρὰ τοῦ πατρός μου τοῦ ἐλθεῖν ἐπὶ σέ καὶ ἐὰν μή εἰς τὰς πόλεις σου ἐγὼ ἀπαγγελῶ σοι (I Samuel 20, 9)
ὅτι πάσας τὰς ἡμέρας ἃς ὁ υἱὸς Ιεσσαι ζῇ ἐπὶ τῆς γῆς οὐχ ἑτοιμασθήσεται ἡ βασιλεία σου νῦν οὖν ἀποστείλας λαβὲ τὸν νεανίαν ὅτι υἱὸς θανάτου οὗτος (I Samuel 20, 31)
καὶ εἶπεν τῷ παιδαρίῳ δράμε εὑρέ μοι τὰς σχίζας ἐν αἷς ἐγὼ ἀκοντίζω καὶ τὸ παιδάριον ἔδραμε καὶ αὐτὸς ἠκόντιζε τῇ σχίζῃ καὶ παρήγαγεν αὐτήν (I Samuel 20, 36)