Trouvé 4175 Résultats pour: Τὰς
ἐὰν ἐμπιστεύσῃ κατακληρονομήσει αὐτήν καὶ ἐν κατασχέσει ἔσονται αἱ γενεαὶ αὐτοῦ (Eclesiástico 4, 16)
μὴ ἴσθι ὡς λέων ἐν τῷ οἴκῳ σου καὶ φαντασιοκοπῶν ἐν τοῖς οἰκέταις σου (Eclesiástico 4, 30)
εἰ κτᾶσαι φίλον ἐν πειρασμῷ κτῆσαι αὐτὸν καὶ μὴ ταχὺ ἐμπιστεύσῃς αὐτῷ (Eclesiástico 6, 7)
καὶ ἐν τοῖς ἀγαθοῖς σου ἔσται ὡς σὺ καὶ ἐπὶ τοὺς οἰκέτας σου παρρησιάσεται (Eclesiástico 6, 11)
καὶ εἰσένεγκον τοὺς πόδας σου εἰς τὰς πέδας αὐτῆς καὶ εἰς τὸν κλοιὸν αὐτῆς τὸν τράχηλόν σου (Eclesiástico 6, 24)
ἐν πάσῃ ψυχῇ σου πρόσελθε αὐτῇ καὶ ἐν ὅλῃ δυνάμει σου συντήρησον τὰς ὁδοὺς αὐτῆς (Eclesiástico 6, 26)
θυγατέρες σοί εἰσιν πρόσεχε τῷ σώματι αὐτῶν καὶ μὴ ἱλαρώσῃς πρὸς αὐτὰς τὸ πρόσωπόν σου (Eclesiástico 7, 24)
μὴ διαμάχου μετὰ ἀνθρώπου δυνάστου μήποτε ἐμπέσῃς εἰς τὰς χεῖρας αὐτοῦ (Eclesiástico 8, 1)
μὴ παρίδῃς διήγημα σοφῶν καὶ ἐν ταῖς παροιμίαις αὐτῶν ἀναστρέφου ὅτι παρ’ αὐτῶν μαθήσῃ παιδείαν καὶ λειτουργῆσαι μεγιστᾶσιν (Eclesiástico 8, 8)
μὴ ὑπάντα γυναικὶ ἑταιριζομένῃ μήποτε ἐμπέσῃς εἰς τὰς παγίδας αὐτῆς (Eclesiástico 9, 3)
μὴ ζηλώσῃς δόξαν ἁμαρτωλοῦ οὐ γὰρ οἶδας τί ἔσται ἡ καταστροφὴ αὐτοῦ (Eclesiástico 9, 11)
ἀρχὴ ὑπερηφανίας ἀνθρώπου ἀφίστασθαι ἀπὸ κυρίου καὶ ἀπὸ τοῦ ποιήσαντος αὐτὸν ἀπέστη ἡ καρδία αὐτοῦ (Eclesiástico 10, 12)