Mosaico decorativo

Trouvé 5443 Résultats pour: Ρίο

  • διότι οἰκτίρμων καὶ ἐλεήμων ὁ κύριος καὶ ἀφίησιν ἁμαρτίας καὶ σῴζει ἐν καιρῷ θλίψεως (Eclesiástico 2, 11)

  • οὐαὶ ὑμῖν τοῖς ἀπολωλεκόσιν τὴν ὑπομονήν καὶ τί ποιήσετε ὅταν ἐπισκέπτηται ὁ κύριος (Eclesiástico 2, 14)

  • οἱ φοβούμενοι κύριον οὐκ ἀπειθήσουσιν ῥημάτων αὐτοῦ καὶ οἱ ἀγαπῶντες αὐτὸν συντηρήσουσιν τὰς ὁδοὺς αὐτοῦ (Eclesiástico 2, 15)

  • οἱ φοβούμενοι κύριον ζητήσουσιν εὐδοκίαν αὐτοῦ καὶ οἱ ἀγαπῶντες αὐτὸν ἐμπλησθήσονται τοῦ νόμου (Eclesiástico 2, 16)

  • οἱ φοβούμενοι κύριον ἑτοιμάσουσιν καρδίας αὐτῶν καὶ ἐνώπιον αὐτοῦ ταπεινώσουσιν τὰς ψυχὰς αὐτῶν (Eclesiástico 2, 17)

  • ὁ γὰρ κύριος ἐδόξασεν πατέρα ἐπὶ τέκνοις καὶ κρίσιν μητρὸς ἐστερέωσεν ἐφ’ υἱοῖς (Eclesiástico 3, 2)

  • ὁ κρατῶν αὐτῆς κληρονομήσει δόξαν καὶ οὗ εἰσπορεύεται εὐλογεῖ κύριος (Eclesiástico 4, 13)

  • οἱ λατρεύοντες αὐτῇ λειτουργήσουσιν ἁγίῳ καὶ τοὺς ἀγαπῶντας αὐτὴν ἀγαπᾷ ὁ κύριος (Eclesiástico 4, 14)

  • ἕως θανάτου ἀγώνισαι περὶ τῆς ἀληθείας καὶ κύριος ὁ θεὸς πολεμήσει ὑπὲρ σοῦ (Eclesiástico 4, 28)

  • καὶ μὴ εἴπῃς τίς με δυναστεύσει ὁ γὰρ κύριος ἐκδικῶν ἐκδικήσει (Eclesiástico 5, 3)

  • μὴ ἀνάμενε ἐπιστρέψαι πρὸς κύριον καὶ μὴ ὑπερβάλλου ἡμέραν ἐξ ἡμέρας ἐξάπινα γὰρ ἐξελεύσεται ὀργὴ κυρίου καὶ ἐν καιρῷ ἐκδικήσεως ἐξολῇ (Eclesiástico 5, 7)

  • φίλος πιστὸς φάρμακον ζωῆς καὶ οἱ φοβούμενοι κύριον εὑρήσουσιν αὐτόν (Eclesiástico 6, 16)


"Proponha-se a exercitar-se nas virtudes". São Padre Pio de Pietrelcina